Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.82.1-5.82.4

福地之岛的繁荣与马卡勒乌斯的治理

第 404 段,共 406 段 · 希腊语

内容简介

本段对比了大洪水后饱受饥荒与瘟疫之苦的对岸大陆,以及因温和气候和作物丰收而繁荣并被称为“福地之岛”的岛屿,同时也记述了马卡勒乌斯在莱斯博斯岛上制定的法律。

§5.82.1τὴν δʼ ἀντιπέρας τῶν νήσων κατʼ ἐκείνους τοὺς καιροὺς συνέβη διὰ τὸν κατακλυσμὸν μεγάλας καὶ δεινὰς κατασχεῖν ἀτυχίας· διὰ μὲν γὰρ τὰς ἐπομβρίας ἐπὶ πολλοὺς χρόνους ἐφθαρμένων τῶν καρπῶν σπάνις τε τῶν ἐπιτηδείων ὑπῆρχε καὶ λοιμικὴ κατάστασις ἐπεῖχε τὰς πόλεις διὰ τὴν τοῦ ἀέρος φθοράν.
另一方面,在那些岛屿对岸的地区,当时由于大洪水,巨大而可怕的灾难降临到了那片土地上;因为由于暴雨,作物多年被毁,不仅生活必需品匮乏,而且由于空气的污染,瘟疫蔓延到各个城市。
§5.82.2αἱ δὲ νῆσοι διαπνεόμεναι καὶ τὸν ἀέρα παρεχόμεναι τοῖς ἐνοικοῦσιν ὑγιεινόν, ἔτι δὲ τοῖς καρποῖς ἐπιτυγχάνουσαι, ἀεὶ μᾶλλον εὐπορίας ἔγεμον, καὶ ταχὺ τοὺς κατοικοῦντας αὐτὰς μακαρίους ἐποίησαν.
而这些岛屿因有风吹拂,给居民提供了健康的空气,而且作物丰收,因而越发充满富庶,并迅速使那里的居民变得富足。
διὸ καὶ μακάρων ὠνομάσθησαν νῆσοι, τῆς εὐπορίας τῶν ἀγαθῶν αἰτίας γενομένης τῆς προσηγορίας.
因此它们也被称为“福地之岛”,各种好物的富足成为了这个名称的来源。
§5.82.3ἔνιοι δέ φασιν αὐτὰς μακάρων νήσους ὠνομάσθαι ἀπὸ Μακαρέως ὑπὸ τῶν παίδων τούτων δυναστευσάντων.
但也有人说,这些岛屿是因为统治它们的马卡勒乌斯的子嗣们为了纪念他,而由这些子嗣以马卡勒乌斯的名字命名为“马卡尔之岛”的。
καθόλου δʼ αἱ προειρημέναι νῆσοι διήνεγκαν εὐδαιμονίᾳ μάλιστα τῶν σύνεγγυς κειμένων οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνους, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν· §5.82.4ἀρετῇ γὰρ χώρας καὶ τόπων εὐκαιρίαις, ἔτι δʼ ἀέρων κράσει, καλλιστεύουσαι κατὰ λόγον καλοῦνται καὶ πρὸς ἀλήθειαν εἰσὶν εὐδαίμονες.
总的来说,上述岛屿不仅在古代,而且在我们这个时代,其繁荣程度都远远超过了邻近的大多数岛屿;因为它们在土地的优良、地理位置的便利以及气候的温和方面都极为出众,因此它们被称为富庶之岛是理所当然的,而且在实际上也确实繁荣。
αὐτὸς δʼ ὁ Μακαρεὺς ἐν τῇ Λέσβῳ βασιλεύων νόμον ἔγραψε πολλὰ τῶν κοινῇ συμφερόντων περιέχοντα, ὠνόμασε δʼ αὐτὸν λέοντα, ἀπὸ τῆς τοῦ ζῴου δυνάμεως καὶ ἀλκῆς θέμενος τὴν προσηγορίαν.
而马卡勒乌斯本人在统治莱斯博斯时,制定了一部包含许多符合公共利益条文的法律,并根据狮子的力量和勇猛将其命名为“狮子”。

词汇与语法注释

  1. 5.82.1τὴν δʼ ἀντιπέρας — 指“对岸的土地”。阴性单数宾格冠词 τὴν 与副词 ἀντιπέρας(在对岸)结合,省略了名名词 γῆν(土地)或 χώραν(地区)。该短语在后文的不定式从句中担任动词 κατασχεῖν(侵袭)的宾语。
  2. 5.82.1μεγάλας καὶ δεινὰς κατασχεῖν ἀτυχίας — 这是一个对格不定式(AcI)结构,作为无人称动词 συνέβη(发生)的主语。不定式 κατασχεῖν(κατέχω 的不定过去时)的语法主语是复数宾格 μεγάλας καὶ δεινὰς ἀτυχίας(巨大而可怕的灾难),而其宾语是句首的 τὴν δʼ ἀντιπέρας。由于语序倒装,句首的宾格容易被误读为主语,但实际上 ἀτυχίας 是主语,τὴν ἀντιπέρας 是宾语。
  3. 5.82.3ὑπὸ τῶν παίδων τούτων δυναστευσάντων — 介词 ὑπό + 属格结构,表示被动不定式 ὠνομάσθαι(被命名)的施动者。分词 δυναστευσάντων 修饰 τῶν παίδων τούτων,作形容词性用法,意为“由这些成为统治者的子嗣们”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.82.1-5.82.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.82.1-5.82.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。