§5.82.1τὴν δʼ ἀντιπέρας τῶν νήσων κατʼ ἐκείνους τοὺς καιροὺς συνέβη διὰ τὸν κατακλυσμὸν μεγάλας καὶ δεινὰς κατασχεῖν ἀτυχίας·
一方、それらの島々の対岸にあたる地域では、その当時、大洪水のために、大いなるかつ恐るべき不幸がその地を襲う事態となった。
διὰ μὲν γὰρ τὰς ἐπομβρίας ἐπὶ πολλοὺς χρόνους ἐφθαρμένων τῶν καρπῶν σπάνις τε τῶν ἐπιτηδείων ὑπῆρχε καὶ λοιμικὴ κατάστασις ἐπεῖχε τὰς πόλεις διὰ τὴν τοῦ ἀέρος φθοράν.
というのも、大雨のために長年にわたって作物が台無しになったことで、生活必需品が不足し、さらに空気の汚染によって疫病の状況が都市を覆ったからである。
§5.82.2αἱ δὲ νῆσοι διαπνεόμεναι καὶ τὸν ἀέρα παρεχόμεναι τοῖς ἐνοικοῦσιν ὑγιεινόν, ἔτι δὲ τοῖς καρποῖς ἐπιτυγχάνουσαι, ἀεὶ μᾶλλον εὐπορίας ἔγεμον, καὶ ταχὺ τοὺς κατοικοῦντας αὐτὰς μακαρίους ἐποίησαν.
しかし、島々は風がよく通り抜け、住民たちに健康的な空気を提供し、さらには作物の実りにも恵まれていたため、ますます豊かさに満ちていき、速やかにその住民たちを幸福な者たちとした。
διὸ καὶ μακάρων ὠνομάσθησαν νῆσοι, τῆς εὐπορίας τῶν ἀγαθῶν αἰτίας γενομένης τῆς προσηγορίας.
それゆえ、それらの島々は「至福者の島々」とも名付けられたが、それは諸々の恵みの豊かさがその呼称の由来となったからである。
§5.82.3ἔνιοι δέ φασιν αὐτὰς μακάρων νήσους ὠνομάσθαι ἀπὸ Μακαρέως ὑπὸ τῶν παίδων τούτων δυναστευσάντων.
ただし、ある人々は、それらの島々を支配したマカレウスの子供たちによって、マカレウスにちなんで「マカレウスの島々」と名付けられたのだと言っている。
καθόλου δʼ αἱ προειρημέναι νῆσοι διήνεγκαν εὐδαιμονίᾳ μάλιστα τῶν σύνεγγυς κειμένων οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνους, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν·
総じて、前述の島々は、古代だけでなく我々の時代においても、近隣に位置する他の島々を繁栄において大いに凌駕していた。
§5.82.4ἀρετῇ γὰρ χώρας καὶ τόπων εὐκαιρίαις, ἔτι δʼ ἀέρων κράσει, καλλιστεύουσαι κατὰ λόγον καλοῦνται καὶ πρὸς ἀλήθειαν εἰσὶν εὐδαίμονες.
なぜなら、土地の優秀さ、立地の良さ、さらには気候の調和において際立っているため、当然のこととしてそのように呼ばれており、実際にも繁栄しているからである。
αὐτὸς δʼ ὁ Μακαρεὺς ἐν τῇ Λέσβῳ βασιλεύων νόμον ἔγραψε πολλὰ τῶν κοινῇ συμφερόντων περιέχοντα, ὠνόμασε δʼ αὐτὸν λέοντα, ἀπὸ τῆς τοῦ ζῴου δυνάμεως καὶ ἀλκῆς θέμενος τὴν προσηγορίαν.
マカレウス自身はレスボスを支配していたときに、共同体の利益に資する多くのことを含んだ法律を制定し、その動物の強さと武勇にちなんで名付け、それを「ライオン」と呼んだ。