§5.8.1τοῦ δʼ Αἰόλου υἱοὺς γενέσθαι τὸν ἀριθμὸν ἕξ, Ἀστύοχον καὶ Ξοῦθον καὶ Ἀνδροκλέα, πρὸς δὲ τούτοις Φεραίμονα καὶ Ἰόκαστον καὶ Ἀγάθυρνον·
アイオロスには、アステュオコス、クストス、アンドロクレス、これらに加えてペライモン、イオカストス、アガテュルノスという、数にして六人の息子たちが生まれたという。
πάντας δὲ τούτους διά τε τὴν τοῦ πατρὸς δόξαν καὶ διὰ τὰς ἀρετὰς ἀποδοχῆς μεγάλης τυχεῖν·
彼らはみな、父親の評判と自らの美徳のゆえに、大いなる歓迎を受けた。
τούτων δʼ Ἰόκαστος μὲν τῆς Ἰταλίας ἀντεχόμενος ἐβασίλευσε τῆς παραλίας μέχρι τῶν κατὰ τὸ Ῥήγιον τόπων, Φεραίμων δὲ καὶ Ἀνδροκλῆς ἐδυνάστευσαν τῆς Σικελίας ἀπὸ πορθμοῦ μέχρι τῶν κατὰ τὸ Λιλύβαιον τόπων.
これらのうち、イオカストスはイタリアに拠って、レギオン周辺の地域に至るまでの沿岸部を支配した。 また、ペライモンとアンドロクレスは、海峡からリリュバイオン周辺の地域に至るまでのシケリアを支配した。
ταύτης δὲ τῆς χώρας τὰ μὲν πρὸς ἕω κεκλιμένα μέρη κατῴκουν Σικελοί, τὰ δὲ πρὸς δυσμὰς Σικανοί.
この地の東に面した地域にはシケロイ人が住み、西に面した地域にはシカノイ人が住んでいた。
§5.8.2ταῦτα δὲ τὰ ἔθνη πρὸς ἄλληλα διεφέροντο, τοῖς δʼ Αἰόλου παισὶ τοῖς προειρημένοις ἑκουσίως ὑπήκουον διά τε τὴν τοῦ πατρὸς Αἰόλου διαβεβοημένην εὐσέβειαν καὶ διὰ τὴν αὐτῶν ἐκείνων ἐπιείκειαν.
これらの部族は互いに反目し合っていたが、父アイオロスの広く知れ渡った信心深さと、彼ら自身の穏和さのゆえに、前述のアイオロスの息子たちには自発的に従った。
ἐβασίλευσε δὲ καὶ Ξοῦθος τῆς περὶ τοὺς Λεοντίνους χώρας, ἥτις ἀπʼ ἐκείνου μέχρι τοῦ νῦν χρόνου Ξουθία προσαγορεύεται.
またクストスもレオンティノイ周辺の地域を支配し、その地は彼にちなんで今日までクスティアと呼ばれている。
Ἀγάθυρνος δὲ βασιλεύσας τῆς νῦν ὀνομαζομένης Ἀγαθυρνίτιδος χώρας ἔκτισε πόλιν τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Ἀγάθυρνον.
アガテュルノスは、今日アガテュルニティスと呼ばれている地域を支配し、自らにちなんで名付けられたアガテュルノスという都市を建設した。
Ἀστύοχος δὲ τῆς Λιπάρας ἔσχε τὴν ἡγεμονίαν.
アステュオコスはリパラの支配権を握った。
§5.8.3πάντες δʼ οὗτοι μιμησάμενοι τὴν τοῦ πατρὸς εὐσέβειάν τε καὶ δικαιοσύνην μεγάλης ἐτύγχανον ἀποδοχῆς.
これらすべての者たちは、父親の信心深さと正義を模倣したことで、大いなる歓迎を受けた。
ἐπὶ πολλὰς δὲ γενεὰς τῶν ἐκγόνων διαδεχομένων τὰς δυναστείας, τὸ τελευταῖον οἱ ἀπʼ Αἰόλου γεγονότες βασιλεῖς κατὰ τὴν Σικελίαν διελύθησαν.
何世代にもわたって子孫たちが支配権を継承したが、最後には、アイオロスの血を引くシケリアの王たちは滅びた。