§5.77.1πλοῦτον δὲ γενέσθαι φασὶν ἐν Τριπόλῳ τῆς Κρήτης ἐκ Δήμητρος καὶ Ἰασίωνος, διττῶς ἱστορουμένης αὐτοῦ τῆς γενέσεως.
また、人々はプルートスがクレタのトリポロスにおいてデメテルとイアシオンから生まれたと言っており、彼の誕生については二通りの記述がなされている。
οἱ μὲν γάρ φασι τὴν γῆν σπαρεῖσαν ὑπὸ Ἰασίωνος καὶ τυγχάνουσαν ἐπιμελείας τῆς προσηκούσης ἀνεῖναι τοσοῦτο πλῆθος καρπῶν, ὥστε τοὺς ἰδόντας ἴδιον ὄνομα θέσθαι τῷ πλήθει τῶν γενομένων καρπῶν καὶ προσαγορεῦσαι πλοῦτον·
というのも、一方は、イアシオンによって播種され、適切な世話を受けた土地が、非常に多くの作物を実らせたので、それを見た人々が、生じた作物の多さに固有の名前を与えて「プルートス」と呼んだと言っているからである。
διὸ καὶ τοῖς ἐπιγινομένοις παραδόσιμον γενέσθαι τὸ τοὺς πλείω τῶν ἱκανῶν κτησαμένους ἔχειν πλοῦτον.
それゆえ、後代の人々にとっても、必要以上のものを手に入れた人々が「プルートスを持っている」と言うことが受け継がれることとなった。
§5.77.2ἔνιοι δὲ μυθολογοῦσιν ἐκ Δήμητρος καὶ Ἰασίωνος γενέσθαι παῖδα Πλοῦτον ὀνομαζόμενον, ὃν πρῶτον ἐπιμέλειαν βίου καὶ χρημάτων ἀθροισμὸν καὶ φυλακὴν εἰσηγήσασθαι, τῶν πρὸ τοῦ πάντων ὀλιγώρως ἐχόντων περὶ τὸ σωρεύειν καὶ τηρεῖν ἐπιμελῶς χρημάτων πλῆθος.
他方、一部の人々は、デメテルとイアシオンからプルートスと名付けられた子供が生まれたと神話的に語っている。 彼は生活への配慮、富の蓄積、および保管を最初に導入した人物であり、それ以前のすべての人々は、多くの富を注意深く積み上げたり保管したりすることに無頓着であったとされる。
§5.77.3περὶ μὲν οὖν τῶν θεῶν οἱ Κρῆτες τῶν παρʼ αὐτοῖς λεγομένων γεννηθῆναι τοιαῦτα μυθολογοῦσι·
さて、自分たちの間で生まれたと言われている神々について、クレタ人たちはこのような神話を語っている。
τὰς δὲ τιμὰς καὶ θυσίας καὶ τὰς περὶ τὰ μυστήρια τελετὰς ἐκ Κρήτης εἰς τοὺς ἄλλους ἀνθρώπους παραδεδόσθαι λέγοντες τοῦτο φέρουσιν, ὡς οἴονται, μέγιστον τεκμήριον·
そして、彼らは崇拝や犠牲式、および秘儀に関する式典がクレタから他の人々へと伝えられたと言って、彼らが考えるに、次のようなことを最大の証拠として挙げている。
τήν τε γὰρ παρʼ Ἀθηναίοις ἐν Ἐλευσῖνι γινομένην τελετήν, ἐπιφανεστάτην σχεδὸν οὖσαν ἁπασῶν, καὶ τὴν ἐν Σαμοθρᾴκῃ καὶ τὴν ἐν Θρᾴκῃ ἐν τοῖς Κίκοσιν, ὅθεν ὁ καταδείξας Ὀρφεὺς ἦν, μυστικῶς παραδίδοσθαι, κατὰ δὲ τὴν Κρήτην ἐν Κνωσῷ νόμιμον ἐξ ἀρχαίων εἶναι φανερῶς τὰς τελετὰς ταύτας πᾶσι παραδίδοσθαι, καὶ τὰ παρὰ τοῖς ἄλλοις ἐν ἀπορρήτῳ παραδιδόμενα παρʼ αὐτοῖς μηδένα κρύπτειν τῶν βουλομένων τὰ τοιαῦτα γινώσκειν.
すなわち、アテナイ人の間でエレウシスにおいて行われる式典(これはほぼすべてのうちで最も顕著なものであるが)、サモトラケにおける式典、および、それを創始したオルフェウスの故郷であるキコネス人の地のトラケにおける式典が、秘密裏に伝えられているのに対し、クレタにおいては、クノッソスで古くからの習慣として、これらの式典がすべての人に公然と伝えられており、他の人々の間では秘密に伝えられる事柄が、彼らの間では、それらを学びたいと望む者には誰に対しても隠されないということである。
§5.77.4τῶν γὰρ θεῶν φασι τοὺς πλείστους ἐκ τῆς Κρήτης ὁρμηθέντας ἐπιέναι πολλὰ μέρη τῆς οἰκουμένης, εὐεργετοῦντας τὰ γένη τῶν ἀνθρώπων καὶ μεταδιδόντας ἑκάστοις τῆς ἐκ τῶν ἰδίων εὑρημάτων ὠφελείας.
なぜなら、彼らが言うには、神々の大部分はクレタから出発して、人間の諸種族に恩恵を施し、自らの発明による利益をそれぞれに分け与えながら、居住世界の多くの地域を訪れたからである。
Δήμητραν μὲν γὰρ περαιωθεῖσαν εἰς τὴν Ἀττικὴν ἐκεῖθεν εἰς Σικελίαν ἀπᾶραι, καὶ μετὰ ταῦτʼ εἰς Αἴγυπτον·
実際、デメテルはアッティカへと渡り、そこからシケリアへ、そしてその後はエジプトへと旅立った。
ἐν δὲ τούτοις τοῖς τόποις μάλιστα τὸν τοῦ σίτου καρπὸν παραδοῦσαν καὶ τὰ περὶ τὸν σπόρον διδάξασαν μεγάλων τιμῶν τυχεῖν παρὰ τοῖς εὖ παθοῦσιν.
そしてこれらの場所において、何よりも穀物の実りをもたらし、播種に関することを教えたことで、恩恵を受けた人々から大いなる栄誉を得たのである。
§5.77.5ὁμοίως δʼ Ἀφροδίτην ἐνδιατρῖψαι τῆς μὲν Σικελίας περὶ τὸν Ἔρυκα, τῶν δὲ νήσων περὶ Κύθηρα καὶ Πάφον τῆς Κύπρου, τῆς δὲ Ἀσίας περὶ τὴν Συρίαν·
同様に、アフロディテは、シケリアではエリュクス周辺、島々の中ではキュテラやキプロスのパフォス周辺、アジアではシリア周辺に滞在した。
διὰ δὲ τὴν ἐπιφάνειαν καὶ τὴν ἐπὶ πλέον ἐπιδημίαν αὐτῆς τοὺς ἐγχωρίους ἐξιδιάζεσθαι τὴν θεόν, καλοῦντας Ἀφροδίτην Ἐρυκίνην καὶ Κυθέρειαν καὶ Παφίαν, ἔτι δὲ καὶ Συρίαν.
そして彼女の顕現と長期にわたる滞在のために、現地の住民は彼女を自分たちだけのものとし、アフロディテ・エリュキナ、キュテレイア、パフィア、さらにはシリアと呼んだのである。
§5.77.6ὡσαύτως δὲ τὸν μὲν Ἀπόλλωνα πλεῖστον χρόνον φανῆναι περὶ Δῆλον καὶ Λυκίαν καὶ Δελφούς, τὴν δʼ Ἄρτεμιν περὶ τὴν Ἔφεσον καὶ τὸν Πόντον, ἔτι δὲ τὴν Περσίδα καὶ τὴν Κρήτην·
同じように、アポロンはデロス、リュキア、デルポイの周辺に最も長い時間姿を現し、アルテミスはエペソス、ポントス、さらにはペルシアやクレタの周辺に姿を現した。
διόπερ §5.77.7ἀπὸ τῶν τόπων ἢ πράξεων τῶν παρʼ ἑκάστοις συντελεσθεισῶν τὸν μὲν Δήλιον καὶ Λύκιον καὶ Πύθιον ὀνομάζεσθαι, τὴν δʼ Ἐφεσίαν καὶ Κρησίαν, ἔτι δὲ Ταυροπόλον καὶ Περσίαν, ἀμφοτέρων ἐν Κρήτῃ γεγεννημένων.
それゆえ、それぞれの地で行われた場所や行為にちなんで、アポロンはデリオス、リュキオス、ピュティオスと呼ばれ、アルテミスはエペシア、クレシア、さらにはタウロポロスやペルシアと呼ばれている。 なお、両神ともクレタで生まれたのである。
§5.77.8τιμᾶται δὲ καὶ παρὰ τοῖς Πέρσαις ἡ θεὸς αὕτη διαφερόντως, καὶ μυστήρια ποιοῦσιν οἱ βάρβαροι, συντελούμενα παρʼ ἑτέροις μέχρι τῶν νῦν χρόνων Ἀρτέμιδι Περσίᾳ.
この女神はペルシア人の間でも格別な崇拝を受けており、異民族は、他の人々の間でも今日に至るまで行われているペルシアのアルテミスのための秘儀を執り行っている。
παραπλήσια δὲ μυθολογοῦσι καὶ περὶ τῶν ἄλλων θεῶν, περὶ ὧν ἡμῖν ἀναγράφειν μακρὸν ἂν εἴη, τοῖς δʼ ἀναγινώσκουσι παντελῶς ἀσύνοπτον.
他の神々についても彼らは同様の神話を語っているが、それらについて記述することは我々にとって長大になりすぎるであろうし、読者にとっても全体を見通しにくいものとなるであろう。