Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.73.1-5.73.8

宙斯对诸神职能的分配与诸女神的职责

第 395 段,共 406 段 · 希腊语

内容简介

本节叙述了宙斯如何向其子女分配各项发明与工作的知识和荣誉,并详细说明了阿佛洛狄忒、美惠三女神、阿勒堤亚、阿耳忒弥斯、时序女神和雅典娜各自的职责及对人类的贡献。

§5.73.1τούτων δʼ ἑκάστῳ μυθολογοῦσι τὸν Δία τῶν εὑρεθέντων ὑπʼ αὐτοῦ καὶ συντελουμένων ἔργων τὰς ἐπιστήμας καὶ τὰς τιμὰς τῆς εὑρέσεως ἀπονεῖμαι, βουλόμενον αἰώνιον αὐτοῖς περιποιῆσαι μνήμην παρὰ πᾶσιν ἀνθρώποις.
并神话传说,宙斯向这些人中的每一个授予了他所发现并完成的科学与工作的荣誉,因为他希望为他们在全人类中赢得永恒的纪念。
§5.73.2παραδοθῆναι δὲ τῇ μὲν Ἀφροδίτῃ τήν τε τῶν παρθένων ἡλικίαν, ἐν οἷς χρόνοις δεῖ γαμεῖν αὐτάς, καὶ τὴν ἄλλην ἐπιμέλειαν τὴν ἔτι καὶ νῦν ἐν τοῖς γάμοις γινομένην μετὰ θυσιῶν καὶ σπονδῶν, ἃς ποιοῦσιν ἄνθρωποι τῇ θεῷ ταύτῃ.
据说,阿佛洛狄忒被委付了处女的适婚年龄,即她们应当结婚的时期,以及至今仍在婚礼中举行的、伴随着人们向这位女神奉献祭祀与奠酒的其他照料。
προθύουσι δὲ πρότερον ἅπαντες τῷ Διὶ τῷ τελείῳ καὶ Ἥρᾳ τελείᾳ διὰ τὸ τούτους ἀρχηγοὺς γεγονέναι καὶ πάντων εὑρετάς, καθότι προείρηται.
而所有人都会首先向“完满者”宙斯与“完满者”赫拉进行预先祭祀,因为正如前文所述,这两位神明是倡导者,也是一切的开创者。
§5.73.3ταῖς δὲ Χάρισι δοθῆναι τὴν τῆς ὄψεως κόσμησιν καὶ τὸ σχηματίζειν ἕκαστον μέρος τοῦ σώματος πρὸς τὸ βέλτιον καὶ προσηνὲς τοῖς θεωροῦσι, πρὸς δὲ τούτοις τὸ κατάρχειν εὐεργεσίας καὶ πάλιν ἀμείβεσθαι ταῖς προσηκούσαις χάρισι τοὺς εὖ ποιήσαντας.
据说,美惠三女神被赋予了外表的装点,以及将身体的每个部分雕琢得更佳、更令旁观者赏心悦目的能力;此外,还赋予了她们开启恩惠,并对施恩者予以相称的感激与回报的职责。
§5.73.4Εἰλείθυιαν δὲ λαβεῖν τὴν περὶ τὰς τικτούσας ἐπιμέλειαν καὶ θεραπείαν τῶν ἐν τῷ τίκτειν κακοπαθουσῶν.
据说,阿勒堤亚承担了对于产妇的照料,以及对难产受难者的看护。
διὸ καὶ τὰς ἐν τοῖς τοιούτοις κινδυνευούσας γυναῖκας ἐπικαλεῖσθαι μάλιστα τὴν θεὸν ταύτην.
因此,处于这种危险中的妇女们尤其会呼唤这位女神。
§5.73.5Ἄρτεμιν δέ φασιν εὑρεῖν τὴν τῶν νηπίων παιδίων θεραπείαν καὶ τροφάς τινας ἁρμοζούσας τῇ φύσει τῶν βρεφῶν· §5.73.6ἀφʼ ἧς αἰτίας καὶ κουροτρόφον αὐτὴν ὀνομάζεσθαι.
据说,阿耳忒弥斯发明了对婴幼儿的护理以及适合婴儿本性的特定食物;由于这个原因,她也被称为“抚育幼儿者”。
τῶν δʼ ὀνομαζομένων Ὡρῶν ἑκάστῃ δοθῆναι τὴν ἐπώνυμον τάξιν τε καὶ βίου διακόσμησιν ἐπὶ τῇ μεγίστῃ τῶν ἀνθρώπων ὠφελείᾳ· μηδὲν γὰρ εἶναι μᾶλλον δυνάμενον εὐδαίμονα βίον παρασκευάσαι τῆς εὐνομίας καὶ δίκης καὶ εἰρήνης.
而被称为时序女神的每一位都被赋予了与其名字相应的秩序和生活整顿,以给人类带来最大的益处;因为没有什么比秩序、正义和和平更能带来幸福的生活了。
§5.73.7Ἀθηνᾷ δὲ προσάπτουσι τήν τε τῶν ἐλαιῶν ἡμέρωσιν καὶ φυτείαν παραδοῦναι τοῖς ἀνθρώποις καὶ τὴν τοῦ καρποῦ τούτου κατεργασίαν· πρὸ γὰρ τοῦ γενέσθαι τὴν θεὸν ταύτην ὑπάρξαι μὲν τὸ γένος τοῦτο τῶν δένδρων μετὰ τῆς ἄλλης ἀγρίας ὕλης, τὴν μέντοι γʼ ἐπιμέλειαν ταύτης εἶναι καὶ τὴν ἐμπειρίαν τὴν ἔτι καὶ νῦν γινομένην περὶ τούτων.
人们将向人类传授橄榄树的驯化与种植、以及对这种果实的加工归功于雅典娜;因为在这位女神诞生之前,这类树木虽然与其他的野生林木一起存在,但对其的照料以及至今仍在进行的关于它们的经验技术则是属于她的。
§5.73.8πρὸς δὲ τούτοις τὴν τῆς ἐσθῆτος κατασκευὴν καὶ τὴν τεκτονικὴν τέχνην, ἔτι δὲ πολλὰ τῶν ἐν ταῖς ἄλλαις ἐπιστήμαις εἰσηγήσασθαι τοῖς ἀνθρώποις· εὑρεῖν δὲ καὶ τὴν τῶν αὐλῶν κατασκευὴν καὶ τὴν διὰ τούτων συντελουμένην μουσικὴν καὶ τὸ σύνολον πολλὰ τῶν φιλοτέχνων ἔργων, ἀφʼ ὧν ἐργάνην αὐτὴν προσαγορεύεσθαι.
此外,据说她还向人类引入了衣服的制作、木工手艺以及其他科学中的许多事物;她还发明了双簧管的制作、通过其演奏的音乐,以及总括而言的许多精巧手艺,由于这些原因,她也被称为“女工匠”。

词汇与语法注释

  1. 5.73.1βουλόμενον — 此现在分词(阳性单数宾格)与宾格不定式结构中的逻辑主语 `τὸν Δία`(宾格)一致,表明宙斯出于自己的意愿,希望为他的子女们赢得永恒的纪念。
  2. 5.73.2παραδοθῆναι — 不定式不定过去时被动语态。它是承接前文 `μυθολογοῦσι` 所引导的间接引语的一部分,其主语为 `τήν τε τῶν παρθένων ἡλικίαν` 和 `τὴν ἄλλην ἐπιμέλειαν`。
  3. 5.73.6μηδὲν γὰρ εἶναι — 虽然这是由连词 `γάρ` 引导的表示原因的从句,但因为整个句子处于间接引语中,所以其动词采用不定式 `εἶναι` 而非直陈语态。
  4. 5.73.7Ἀθηνᾷ δὲ προσάπτουσι τήν τε τῶν ἐλαιῶν ἡμέρωσιν καὶ φυτείαν παραδοῦναι — 动词 `προσάπτουσι`(归功于)以宾格名词 `ἡμέρωσιν καὶ φυτείαν` 作为直接宾语,随后接解释性不定式 `παραδοῦναι`(传授),形成“将向人类传授橄榄树的驯化与种植归功于雅典娜”的结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.73.1-5.73.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.73.1-5.73.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。