§5.72.1καταδειχθῆναι δὲ καὶ θυσίας αὐτῷ συντελεῖν ὑπὲρ τοὺς ἄλλους ἅπαντας, καὶ μετὰ τὴν ἐκ γῆς μετάστασιν εἰς τὸν οὐρανὸν ἐγγενέσθαι δόξας δικαίους ἐν ταῖς τῶν εὖ πεπονθότων ψυχαῖς, ὡς ἁπάντων τῶν γινομένων κατʼ οὐρανὸν οὗτος εἴη κύριος, λέγω δʼ ὄμβρων τε καὶ βροντῶν καὶ κεραυνῶν καὶ τῶν ἄλλων τῶν τοιούτων.
据说,人们还制定了超越所有其他人的、向他奉献祭祀的仪式;在他从地上升往天国之后,在那些蒙受恩惠之人的灵魂中,产生了一种正确的信念,即他是天空中所发生的一切事物的支配者,我是指雨水、雷鸣、闪电以及其他类似的事物。
§5.72.2διόπερ αὐτὸν προσαγορευθῆναι Ζῆνα μὲν ἀπὸ τοῦ δοκεῖν τοῖς ἀνθρώποις αἴτιον εἶναι τοῦ ζῆν, ταῖς ἐκ τοῦ περιέχοντος εὐκρασίαις τοὺς καρποὺς ἀνάγοντα πρὸς τέλος, πατέρα δὲ διὰ τὴν φροντίδα καὶ τὴν εὔνοιαν τὴν εἰς ἅπαντας, ἔτι δὲ καὶ τὸ δοκεῖν ὥσπερ ἀρχηγὸν εἶναι τοῦ γένους τῶν ἀνθρώπων, ὕπατον δὲ καὶ βασιλέα διὰ τὴν τῆς ἀρχῆς ὑπεροχήν, εὐβουλέα δὲ καὶ μητιέτην διὰ τὴν ἐν τῷ βουλεύεσθαι καλῶς σύνεσιν.
因此,据说他被称作“泽纳”,是因为在人类看来他是“生存”的原因,他利用周围大气的适宜气候将作物引导至成熟;被称作“父亲”,是因为他对所有人的关怀与好意,以及他似乎是人类种族的始祖;被称作“至高者”和“国王”,是因为其统治的卓越性;被称作“善谋者”和“睿智者”,是因为他在深思熟虑中的高超智慧。
§5.72.3μυθολογοῦσι δὲ καὶ τὴν Ἀθηνᾶν κατὰ τὴν Κρήτην ἐκ Διὸς ἐν ταῖς πηγαῖς τοῦ Τρίτωνος ποταμοῦ γεννηθῆναι· διὸ καὶ Τριτογένειαν ὀνομασθῆναι.
神话还传说,雅典娜是在克里特岛由宙斯在特里同河的源头所生;因此,她也被命名为“特里托格内亚”。
ἔστι δὲ καὶ νῦν ἔτι περὶ τὰς πηγὰς ταύτας ἱερὸν ἅγιον τῆς θεοῦ ταύτης, ἐν ᾧ τόπῳ τὴν γένεσιν αὐτῆς ὑπάρξαι μυθολογοῦσι.
直到现在,在这处源头附近仍有一座属于这位女神的圣所,神话传说她的诞生就是在这个地方发生的。
§5.72.4λέγουσι δὲ καὶ τοὺς γάμους τοῦ τε Διὸς καὶ τῆς Ἥρας ἐν τῇ Κνωσίων χώρᾳ γενέσθαι κατά τινα τόπον πλησίον τοῦ Θήρηνος ποταμοῦ, καθʼ ὃν νῦν ἱερόν ἐστιν, ἐν ᾧ θυσίας κατʼ ἐνιαυτὸν ἁγίους ὑπὸ τῶν ἐγχωρίων συντελεῖσθαι, καὶ τοὺς γάμους ἀπομιμεῖσθαι, καθάπερ ἐξ ἀρχῆς γενέσθαι παρεδόθησαν.
据说,宙斯与赫拉的婚礼是在克诺索斯人领地的特伦河附近的某处举行的,该河附近现在有一座神庙,当地居民每年在神庙里举行神圣的祭祀,并模仿当年的婚礼,正如传说中最初举行时那样。
§5.72.5τοῦ δὲ Διὸς ἐκγόνους φασὶ γενέσθαι θεὰς μὲν Ἀφροδίτην καὶ Χάριτας, πρὸς δὲ ταύταις Εἰλείθυιαν καὶ τὴν ταύτης συνεργὸν Ἄρτεμιν, καὶ τὰς προσαγορευομένας Ὥρας, Εὐνομίαν τε καὶ Δίκην, ἔτι δʼ Εἰρήνην καὶ Ἀθηνᾶν καὶ Μοῦσας, θεοὺς δὲ Ἥφαιστον καὶ Ἄρην καὶ Ἀπόλλωνα, πρὸς δὲ τούτοις Ἑρμῆν καὶ Διόνυσον καὶ Ἡρακλέα.
据说,作为宙斯的后代,出生的女神有阿佛洛狄忒和美惠三女神,此外还有阿勒堤亚和她的助手阿耳忒弥斯,以及被称为时序女神的秩序女神和正义女神,还有和平女神、雅典娜和缪斯女神;出生的男神有赫菲斯托斯、阿瑞斯和波罗,此外还有赫耳墨斯、狄奥尼索斯和赫拉克勒斯。