§5.69.1ἀμφισβητοῦσι δὲ περὶ τῆς εὑρέσεως τοῦ καρποῦ τούτου πολλοί, τὴν θεὸν φάμενοι παρʼ αὑτοῖς πρώτοις ὀφθῆναι καὶ τὴν τούτου φύσιν τε καὶ χρῆσιν καταδεῖξαι.
然而,关于这种作物的发现,许多人争论不休,声称女神最先出现在他们那里,并向他们展示了其性质和用途。
Αἰγύπτιοι μὲν γὰρ λέγουσι τήν τε Δήμητραν καὶ τὴν Ἶσιν τὴν αὐτὴν εἶναι, καὶ εἰς Αἴγυπτον ἐνεγκεῖν τὸ σπέρμα πρώτην, ἀρδεύοντος μὲν εὐκαίρως τὰ πεδία τοῦ Νείλου ποταμοῦ, ταῖς δʼ ὥραις ἄριστα τῆς χώρας ταύτης κεκραμένης.
因为埃及人说德墨忒尔和伊西斯是同一人,而且她最先将种子带入埃及,当时尼罗河适时地灌溉着平原,而该国的气候得到了最完美的调和。
§5.69.2τοὺς δʼ Ἀθηναίους, καίπερ ἀποφαινομένους τὴν εὕρεσιν τοῦ καρποῦ τούτου γεγενημένην παρʼ αὑτοῖς, ὅμως μαρτυρεῖν αὐτὸν ἑτέρωθεν κεκομισμένον εἰς τὴν Ἀττικήν· τὸν γὰρ τόπον τὸν ἐξ ἀρχῆς δεξάμενον τὴν δωρεὰν ταύτην Ἐλευσῖνα προσαγορεύειν ἀπὸ τοῦ παρʼ ἑτέρων ἐλθεῖν τὸ σπέρμα τοῦ σίτου κομισθέν.
而雅典人虽然宣称这种作物的发现发生在他们那里,但仍然证实它是从别处引入阿提卡的;因为他们将最初接受这份礼物的地点称为埃莱夫西斯,这是因为谷物的种子是从别处运送而来的。
§5.69.3οἱ δὲ Σικελιῶται, νῆσον ἱερὰν Δήμητρος καὶ Κόρης οἰκοῦντες, εἰκὸς εἶναί φασι τὴν δωρεὰν ταύτην πρώτοις τοῖς τὴν προσφιλεστάτην χώραν νεμομένοις δοθῆναι· ἄτοπον μὲν γὰρ ὑπάρχειν εὐκαρποτάτην αὐτὴν ὡς ἰδίαν ποιῆσαι, τῆς δʼ εὐεργεσίας ὡς μηδὲν προσηκούσῃ μηδʼ ἐσχάτῃ μεταδοῦναι, καὶ ταῦτʼ ἐν αὐτῇ τὴν οἴκησιν ἔχουσαν, εἴπερ καὶ τῆς Κόρης τὴν ἁρπαγὴν ἐν τῇ νήσῳ ταύτῃ γεγονέναι συμπεφώνηται.
另一方面,居住在德墨忒尔和科瑞神圣岛屿上的西西里人说,这份礼物首先赐予那些占领了她最钟爱土地的人是理所当然的;因为,如果她把这片最肥沃的土地据为己有,却把它的恩惠当作与己无关,或者最后才分享,那是很荒谬的,更何况她就居住在其中,如果人们确实同意科瑞的劫持也是在这座岛上发生的话。
εἶναι δὲ καὶ τὴν χώραν οἰκειοτάτην τούτοις τοῖς καρποῖς, ἐν ᾗ καὶ τὸν ποιητὴν λέγειν
"ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, πυροὶ καὶ κριθαί.
他们还说,这片土地最适合这些作物,诗人也在其中说道: “但这些全不需播种,也不需耕作,全都自行生长,小麦和大麦。
" §5.69.4περὶ μὲν οὖν Δήμητρος τοιαῦτα μυθολογοῦσι.
” 关于德墨忒尔,人们便传述了这样的神话。
τῶν δʼ ἄλλων θεῶν τῶν ἐκ Κρόνου καὶ Ῥέας γενομένων φασὶν οἱ Κρῆτες Ποσειδῶνα μὲν πρῶτον χρήσασθαι ταῖς κατὰ θάλατταν ἐργασίαις καὶ στόλους συστήσασθαι, παραδόντος αὐτῷ τὴν ἡγεμονίαν ταύτην τοῦ Κρόνου· διὸ καὶ παραδίδοσθαι τοῖς ἐπιγινομένοις τοῦτον κύριον ὑπάρχειν τῶν κατὰ θάλατταν πραττομένων καὶ θυσίαις ὑπὸ τῶν ναυτιλλομένων τιμᾶσθαι.
而在克洛诺斯和瑞亚所生的其他神明中,克里特人说,波塞冬最先从事海上事务并组建舰队,因为克洛诺斯将这一统治权交给了他;因此,这也传给了后人,即他是海上事务的主宰,并受到航海者的祭祀崇敬。
προσάπτουσι δʼ αὐτῷ καὶ τὸ τοὺς ἵππους δαμάσαι πρῶτον καὶ τὴν ἐπιστήμην καταδεῖξαι τὴν περὶ τὴν ἱππικήν, ἀφʼ ἧς ἵππιον αὐτὸν ὠνομάσθαι.
他们还归功于他最先驯服马匹并传授关于骑术的知识,他因此被命名为“希庇奥斯”。
§5.69.5τὸν δʼ Ἅιδην λέγεται τὰ περὶ τὰς ταφὰς καὶ τὰς ἐκφορὰς καὶ τιμὰς τῶν τεθνεώτων καταδεῖξαι, τὸν πρὸ τοῦ χρόνον μηδεμιᾶς οὔσης ἐπιμελείας περὶ αὐτούς· διὸ καὶ τῶν τετελευτηκότων ὁ θεὸς οὗτος παρείληπται κυριεύειν, ἀπονεμηθείσης τὸ παλαιὸν αὐτῷ τῆς τούτων ἀρχῆς καὶ φροντίδος.
至于哈迪斯,据说他引入了关于埋葬、出殡和对死者表示敬意的事情,因为在此之前对死者没有任何照料;因此,这位神也被理解为统治死者,古时对他们的统治和照料权已被分配给了他。