Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.70.1-5.70.6

宙斯的诞生与在克里特岛的抚养

第 392 段,共 406 段 · 希腊语

内容简介

记述关于宙斯诞生与王权继承的不同传说,并讲述他在克里特岛伊达山由库雷特斯人和宁芙仙女抚养、依靠母山羊阿玛尔忒娅和蜜蜂成长的经历,以及岛上遗留的各种历史遗迹。

§5.70.1περὶ δὲ τῆς τοῦ Διὸς γενέσεώς τε καὶ βασιλείας διαφωνεῖται·
关于宙斯的诞生和王权存在着分歧。
καί τινες μέν φασιν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων τοῦ Κρόνου μετάστασιν εἰς θεοὺς διαδέξασθαι τὴν βασιλείαν, οὐ βίᾳ κατισχύσαντα τὸν πατέρα, νομίμως δὲ καὶ δικαίως ἀξιωθέντα ταύτης τῆς τιμῆς· τινὲς δὲ μυθολογοῦσι τῷ Κρόνῳ γενέσθαι λόγιον περὶ τῆς τοῦ Διὸς γενέσεως, ὅτι παραιρήσεται τὴν βασιλείαν αὐτοῦ βιαίως ὁ γεννηθεὶς παῖς.
有些人说,在克洛诺斯从人间逝去并归于神列之后,他继承了王权,并非用暴力制服其父,而是合法且公正地被认为配得上这一荣誉;但另一些人则传述神话称,关于宙斯的诞生,克洛诺斯曾得到一个神谕,说出生的孩子将用暴力夺取他的王权。
§5.70.2διόπερ τὸν μὲν Κρόνον τὰ γεννώμενα παιδία πλεονάκις ἀφανίζειν, τὴν δὲ Ῥέαν ἀγανακτήσασαν, καὶ μὴ δυναμένην μεταθεῖναι τὴν προαίρεσιν τἀνδρός, τὸν Δία τεκοῦσαν ἐν τῇ προσαγορευομένῃ Ἴδῃ κλέψαι καὶ δοῦναι λάθρᾳ τοῖς Κούρησιν ἐκθρέψαι τοῖς κατοικοῦσι πλησίον ὄρους τῆς Ἴδης.
因此,克洛诺斯屡次让出生的孩子们消失,而瑞亚感到愤慨,又无法改变丈夫的决定,于是在被称为伊达山的地方生下宙斯后,将其偷走,秘密地交给居住在伊达山附近的库雷特斯人抚养。
τούτους δ ἀπενέγκαντας εἴς τι ἄντρον παραδοῦναι ταῖς Νύμφαις, παρακελευσαμένους τὴν πᾶσαν ἐπιμέλειαν αὐτοῦ ποιεῖσθαι.
他们把他带到一个洞穴中,交给了宁芙仙女们,并吩咐她们要悉心照料他。
§5.70.3αὗται δὲ μέλι καὶ γάλα μίσγουσαι τὸ παιδίον ἔθρεψαν καὶ τῆς αἰγὸς τῆς ὀνομαζομένης Ἀμαλθείας τὸν μαστὸν εἰς διατροφὴν παρείχοντο.
她们用蜂蜜和牛奶混合来喂养这个孩子,并提供被称为阿玛尔忒娅的母山羊的乳房作为营养。
σημεῖα δὲ πολλὰ μέχρι τοῦ νῦν διαμένειν τῆς γενέσεως καὶ διατροφῆς τοῦ θεοῦ τούτου κατὰ τὴν νῆσον.
关于这位神明的诞生和抚养,至今仍有许多遗迹保留在该岛上。
§5.70.4φερομένου μὲν γὰρ ὑπὸ τῶν Κουρήτων αὐτοῦ νηπίου φασὶν ἀποπεσεῖν τὸν ὀμφαλὸν περὶ τὸν ποταμὸν τὸν καλούμενον Τρίτωνα, καὶ τὸ χωρίον τε τοῦτο καθιερωθὲν ἀπὸ τοῦ τότε συμβάντος Ὀμφαλὸν προσαγορευθῆναι καὶ τὸ περικείμενον πεδίον ὁμοίως Ὀμφάλειον.
因为据说当他还是婴儿、被库雷特斯人携带时,他的脐带在被称为特里同的河流附近脱落,而该地因当时发生的这一事件而被奉为神圣,并被命名为“奥姆法洛斯”,周围的平原也同样被称为“奥姆法莱翁”。
κατὰ δὲ τὴν Ἴδην, ἐν ᾗ συνέβη τραφῆναι τὸν θεόν, τό τε ἄντρον ἐν ᾧ τὴν δίαιταν εἶχε καθιέρωται καὶ οἱ περὶ αὐτὸ λειμῶνες ὁμοίως ἀνεῖνται περὶ τὴν ἀκρώρειαν ὄντες.
而在神得以抚养长大的伊达山上,他曾居住的洞穴被奉为神圣,周围位于山顶附近的草地也同样被开辟为神圣之地。
§5.70.5τὸ δὲ πάντων παραδοξότατον καὶ μυθολογούμενον περὶ τῶν μελιττῶν οὐκ ἄξιον παραλιπεῖν· τὸν γὰρ θεόν φασιν ἀθάνατον μνήμην τῆς πρὸς αὐτὰς οἰκειότητος διαφυλάξαι βουλόμενον ἀλλάξαι μὲν τὴν χρόαν αὐτῶν καὶ ποιῆσαι χαλκῷ χρυσοειδεῖ παραπλησίαν, τοῦ τόπου δʼ ὄντος ὑψηλοῦ καθʼ ὑπερβολήν, καὶ πνευμάτων τε μεγάλων ἐν αὐτῷ γινομένων καὶ χιόνος πολλῆς πιπτούσης, ἀνεπαισθήτους αὐτὰς καὶ ἀπαθεῖς ποιῆσαι, δυσχειμερωτάτους τόπους νεμομένας.
而在所有事情中,关于蜜蜂的最奇异且带有神话色彩的事迹,是不容忽视的:因为据说神想要永久保留与它们亲近的记忆,便改变了它们的外表颜色,使其类似于带金光的青铜;尽管该处地势极高、狂风凛冽且大雪纷飞,他却使这些栖息在极寒之地的蜜蜂变得毫无知觉且不受寒冷影响。
§5.70.6τῇ θρεψάσῃ δʼ αἰγὶ τιμάς τέ τινας ἄλλας ἀπονεῖμαι καὶ τὴν ἐπωνυμίαν ἀπʼ αὐτῆς λαβεῖν, αἰγίοχον ἐπονομασθέντα.
他还向哺育他的母山羊授予了其他一些荣誉,并从她那里得到了称号,被命名为“埃癸奥科斯”。
ἀνδρωθέντα δʼ αὐτόν φασι πρῶτον πόλιν κτίσαι περὶ τὴν Δίκταν, ὅπου καὶ τὴν γένεσιν αὐτοῦ γενέσθαι μυθολογοῦσιν· ἧς ἐκλειφθείσης ἐν τοῖς ὕστερον χρόνοις διαμένειν ἔτι καὶ νῦν ἕρματα τῶν θεμελίων.
据说,他成年后首先在狄克特附近建立了一座城市,神话中也传说那是他诞生的地方;虽然这座城市在后世被废弃,但其地基的遗迹至今依然存在。

词汇与语法注释

  1. 5.70.1μετὰ τὴν ἐξ ἀνθρώπων τοῦ Κρόνου μετάστασιν εἰς θεοὺς — 名词 μετάστασις(转移、逝去)带有介词短语“自人类中”与“至神明中”,用以表达克洛诺斯在人间统治的终结(即其逝世与神化)。
  2. 5.70.2κλέψαι καὶ δοῦναι λάθρᾳ τοῖς Κούρησιν ἐκθρέψαι — 不定式 ἐκθρέψαι 作目的状语,直接修饰动词 δοῦναι,意为“交给库雷特斯人以抚养”。
  3. 5.70.3τῆς αἰγὸς τῆς ὀνομαζομένης Ἀμαλθείας τὸν μαστὸν εἰς διατροφὴν παρείχοντο — 动词 παρείχοντο 使用中间语态,暗示宁芙仙女们作为自己的职责或使用自己的资源,“提供”了母山羊的乳房作为宙斯的营养。
  4. 5.70.4φερομένου μὲν γὰρ ὑπὸ τῶν Κουρήτων αὐτοῦ νηπίου — 属格独立结构。以 φερομένου ... αὐτοῦ 为核心骨架,属格形容词 νηπίου 作为谓语性同位语,说明在动作发生时宙斯仍处于婴儿状态。
  5. 5.70.5ἀνεπαισθήτους αὐτὰς καὶ ἀπαθεῖς ποιῆσαι, δυσχειμερωτάτους τόπους νεμομένας. — 现在分词 νεμομένας(栖息、占领)在此处作让步状语(“尽管它们生活在……”)最为合适,用以解释为何在如此寒冷恶劣的地方生活,神却能使它们免受严寒影响的奇妙之处。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.70.1-5.70.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.70.1-5.70.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。