§5.69.1ἀμφισβητοῦσι δὲ περὶ τῆς εὑρέσεως τοῦ καρποῦ τούτου πολλοί, τὴν θεὸν φάμενοι παρʼ αὑτοῖς πρώτοις ὀφθῆναι καὶ τὴν τούτου φύσιν τε καὶ χρῆσιν καταδεῖξαι.
しかし、この作物の発見については多くの人々が論争しており、女神が自分たちのところに最初に現れて、この作物の性質と使用法を教示したと主張している。
Αἰγύπτιοι μὲν γὰρ λέγουσι τήν τε Δήμητραν καὶ τὴν Ἶσιν τὴν αὐτὴν εἶναι, καὶ εἰς Αἴγυπτον ἐνεγκεῖν τὸ σπέρμα πρώτην, ἀρδεύοντος μὲν εὐκαίρως τὰ πεδία τοῦ Νείλου ποταμοῦ, ταῖς δʼ ὥραις ἄριστα τῆς χώρας ταύτης κεκραμένης.
というのも、エジプト人たちは、デメテルとイシスは同一人物であり、ナイル川が平野を適時に潤し、この国の気候が最も良く調和している状況において、彼女が最初にその種をエジプトに持ち込んだと言っているからである。
§5.69.2τοὺς δʼ Ἀθηναίους, καίπερ ἀποφαινομένους τὴν εὕρεσιν τοῦ καρποῦ τούτου γεγενημένην παρʼ αὑτοῖς, ὅμως μαρτυρεῖν αὐτὸν ἑτέρωθεν κεκομισμένον εἰς τὴν Ἀττικήν·
またアテナイ人たちは、この作物の発見が自分たちのところでなされたと表明しているものの、それでもそれが他所からアッティカにもたらされたものであると証言している。
τὸν γὰρ τόπον τὸν ἐξ ἀρχῆς δεξάμενον τὴν δωρεὰν ταύτην Ἐλευσῖνα προσαγορεύειν ἀπὸ τοῦ παρʼ ἑτέρων ἐλθεῖν τὸ σπέρμα τοῦ σίτου κομισθέν.
なぜなら、最初にこの贈り物を受け取った場所を、他所から穀物の種が運ばれてきたことにちなんでエレウシスと呼んでいるからである。
§5.69.3οἱ δὲ Σικελιῶται, νῆσον ἱερὰν Δήμητρος καὶ Κόρης οἰκοῦντες, εἰκὸς εἶναί φασι τὴν δωρεὰν ταύτην πρώτοις τοῖς τὴν προσφιλεστάτην χώραν νεμομένοις δοθῆναι·
他方、デメテルとコレの聖なる島に住むシケリアの人々は、この贈り物は、最も愛する土地を領有している人々に最初に与えられたのが当然であると言う。
ἄτοπον μὲν γὰρ ὑπάρχειν εὐκαρποτάτην αὐτὴν ὡς ἰδίαν ποιῆσαι, τῆς δʼ εὐεργεσίας ὡς μηδὲν προσηκούσῃ μηδʼ ἐσχάτῃ μεταδοῦναι, καὶ ταῦτʼ ἐν αὐτῇ τὴν οἴκησιν ἔχουσαν, εἴπερ καὶ τῆς Κόρης τὴν ἁρπαγὴν ἐν τῇ νήσῳ ταύτῃ γεγονέναι συμπεφώνηται.
なぜなら、彼女がこの非常に実り豊かな地を自分自身のものとしながら、その恵みをまるで自分に無関係であるかのように、あるいは最後に分け与えたというのは不条理だからであり、しかも彼女はそこに住まいを持っていたのである、もしコレの略奪もこの島で起こったということが合意されているならば。
εἶναι δὲ καὶ τὴν χώραν οἰκειοτάτην τούτοις τοῖς καρποῖς, ἐν ᾗ καὶ τὸν ποιητὴν λέγειν
"ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, πυροὶ καὶ κριθαί.
また、この土地はこれらの作物に最も適しており、その土地について詩人もこう言っている。 「しかし、これらは種をまかれず、耕されずとも、すべて自生する、小麦も大麦も。
" §5.69.4περὶ μὲν οὖν Δήμητρος τοιαῦτα μυθολογοῦσι.
」デメテルについては、このように神話化して語られている。
τῶν δʼ ἄλλων θεῶν τῶν ἐκ Κρόνου καὶ Ῥέας γενομένων φασὶν οἱ Κρῆτες Ποσειδῶνα μὲν πρῶτον χρήσασθαι ταῖς κατὰ θάλατταν ἐργασίαις καὶ στόλους συστήσασθαι, παραδόντος αὐτῷ τὴν ἡγεμονίαν ταύτην τοῦ Κρόνου·
クロノスとレアから生まれた他の神々について、クレタ人たちは、ポセイドンが最初に海に関する活動に従事し、艦隊を組織したと言い、それはクロノスが彼にこの支配権を譲り渡したからであるとする。
διὸ καὶ παραδίδοσθαι τοῖς ἐπιγινομένοις τοῦτον κύριον ὑπάρχειν τῶν κατὰ θάλατταν πραττομένων καὶ θυσίαις ὑπὸ τῶν ναυτιλλομένων τιμᾶσθαι.
それゆえ、後世の人々に対しても、彼が海で行われる事柄の支配者であることが伝えられ、航海する人々によって生贄をもって崇められているのだと。
προσάπτουσι δʼ αὐτῷ καὶ τὸ τοὺς ἵππους δαμάσαι πρῶτον καὶ τὴν ἐπιστήμην καταδεῖξαι τὴν περὶ τὴν ἱππικήν, ἀφʼ ἧς ἵππιον αὐτὸν ὠνομάσθαι.
また彼らは彼に、最初に馬を調教し、馬術に関する知識を教示したことをも帰しており、これにちなんで、彼が「ヒッピオス」と名付けられたのだとする。
§5.69.5τὸν δʼ Ἅιδην λέγεται τὰ περὶ τὰς ταφὰς καὶ τὰς ἐκφορὰς καὶ τιμὰς τῶν τεθνεώτων καταδεῖξαι, τὸν πρὸ τοῦ χρόνον μηδεμιᾶς οὔσης ἐπιμελείας περὶ αὐτούς·
またハデスは、埋葬、葬送、および死者への敬意に関する事柄を教示したと言われている。 それ以前の時代には彼らに対する配慮が全くなかったからである。
διὸ καὶ τῶν τετελευτηκότων ὁ θεὸς οὗτος παρείληπται κυριεύειν, ἀπονεμηθείσης τὸ παλαιὸν αὐτῷ τῆς τούτων ἀρχῆς καὶ φροντίδος.
それゆえ、この神が亡くなった人々を支配していると受け取られており、古くから彼らの支配と配慮の権限が彼に割り当てられていたからである。