Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.68.1-5.68.3

赫斯提亚与德墨忒尔对房屋农耕及法律的发明

第 390 段,共 406 段 · 希腊语

内容简介

在克洛诺斯和瑞亚的孩子中,赫斯提亚发明了房屋建造,德墨忒尔则发明了谷物耕作与法律,为人类带来了极大的福祉。

§5.68.1Κρόνου δὲ καὶ Ῥέας λέγεται γενέσθαι τήν τε Ἑστίαν καὶ Δήμητραν καὶ Ἥραν, ἔτι δὲ Δία καὶ Ποσειδῶνα καὶ Ἅιδην.
据说克洛诺斯和瑞亚生下了赫斯提亚、德墨忒尔和赫拉,此外还有宙斯、波塞冬和哈迪斯。
τούτων δὲ λέγεται τὴν μὲν Ἑστίαν τὴν τῶν οἰκιῶν κατασκευὴν εὑρεῖν, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην παρὰ πᾶσι σχεδὸν ἀνθρώποις ἐν πάσαις οἰκίαις καθιδρυθῆναι, τιμῶν καὶ θυσιῶν τυγχάνουσαν· Δήμητραν δέ, τοῦ σίτου φυομένου μὲν ὡς ἔτυχε μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοουμένου δὲ παρʼ ἀνθρώποις, πρώτην συγκομίσαι καὶ τὴν κατεργασίαν αὐτοῦ καὶ φυλακὴν ἐπινοῆσαι καὶ σπείρειν καταδεῖξαι.
在他们之中,据说赫斯提亚发明了房屋的建造,由于这一恩惠,她几乎在所有人的所有房屋中都被供奉,享有荣誉和祭祀;而德墨忒尔在谷物与其他草木杂乱生长且不为人类所知时,首先收割了它,并想出了加工和保存的方法,并传授了播种的方法。
§5.68.2εὑρεῖν μὲν οὖν αὐτὴν τὸν σῖτον πρὸ τοῦ γεννῆσαι τὴν θυγατέρα Φερσεφόνην, μετὰ δὲ τὴν ταύτης γένεσιν καὶ τὴν ὑπὸ Πλούτωνος ἁρπαγὴν ἐμπρῆσαι πάντα τὸν καρπὸν διά τε τὴν ἔχθραν τὴν πρὸς τὸν Δία καὶ τὴν ἐπὶ τῇ θυγατρὶ λύπην.
事实上,她在生下女儿珀耳塞福涅之前就发现了谷物,但在女儿出生及被普路同劫持之后,由于对宙斯的敌意和对女儿的悲伤,她烧毁了所有的作物。
μετὰ δὲ τὴν εὕρεσιν τῆς Φερσεφόνης διαλλαγῆναί τε τῷ Διὶ καὶ τῷ Τριπτολέμῳ ἀποδοῦναι τὸν τοῦ σίτου σπόρον, ᾧ συντάξαι πᾶσιν ἀνθρώποις μεταδοῦναι τῆς τε δωρεᾶς καὶ τὰ περὶ τὴν ἐργασίαν τοῦ σπόρου διδάξαι.
但在找到珀耳塞福涅之后,她与宙斯和解,并将谷物的种子交给了特里普托勒摩斯,命令他将这份礼物分享给所有人,并教导他们关于播种和耕作的事情。
§5.68.3λέγουσι δέ τινες ὅτι καὶ νόμους εἰσηγήσατο, καθʼ οὓς ἀλλήλοις τὸ δίκαιον διδόναι συνειθίσθησαν ἄνθρωποι, καὶ τὴν παραδοῦσαν αὐτοῖς θεὰν θεσμοφόρον ἀπὸ τούτων προσηγόρευσαν.
还有人说,她还引入了法律,人们习惯于根据这些法律互相主持正义,并根据这些事情将把法律传授给他们的这位女神称为“立法者”。
μεγίστων γὰρ ἀγαθῶν ἀνθρώποις αἰτίαν γενομένην ἐπιφανεστάτων τυχεῖν τιμῶν καὶ θυσιῶν, ἔτι δʼ ἑορτῶν καὶ πανηγύρεων μεγαλοπρεπῶν, οὐ παρʼ Ἕλλησι μόνον, ἀλλὰ καὶ παρὰ πᾶσι σχεδὸν τοῖς βαρβάροις, ὅσοι τῆς τροφῆς ταύτης ἐκοινώνησαν.
因为她给人类带来了最大的福祉,不仅在希腊人中,而且在几乎所有分享这种食物的野蛮人中,她都获得了最显著的荣誉和祭祀,以及壮丽的节日和盛会。

词汇与语法注释

  1. 5.68.1λέγεται γενέσθαι — 动词 λέγεται(据说)作为无人称动词使用,后接带物格主语的不定式(γενέσθαι),构成“对格加不定式”(A.c.I.)结构。
  2. 5.68.1τοῦ σίτου φυομένου — 属格独立分词结构。名词 τοῦ σίτου 作为分词 φυομένου 和 ἀγνοουμένου 的逻辑主语,用以表示当时的情况或时间。
  3. 5.68.2ᾧ συντάξαι — 由关系代词 ᾧ(指代特里普托勒摩斯)引导的关系从句中的不定式。它是依赖于前文 λέγεται 的间接叙述不定式,且 συντάξαι(命令)进一步支配了后文的不定式 μεταδοῦναι 和 διδάξαι。
  4. 5.68.3αἰτίαν γενομένην — 对格分词,与作为逻辑主语的德墨忒尔(对格)一致,表示原因(“因为成为了……的原因”)。其后的不定式 τυχεῖν 同样处于间接叙述的语境中,表示她获得了这些荣誉。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.68.1-5.68.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.68.1-5.68.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。