§5.68.1Κρόνου δὲ καὶ Ῥέας λέγεται γενέσθαι τήν τε Ἑστίαν καὶ Δήμητραν καὶ Ἥραν, ἔτι δὲ Δία καὶ Ποσειδῶνα καὶ Ἅιδην.
クロノスとレアから、ヘスティア、デメテル、ヘラ、さらにはゼウス、ポセイドン、ハデスが生まれたと言われている。
τούτων δὲ λέγεται τὴν μὲν Ἑστίαν τὴν τῶν οἰκιῶν κατασκευὴν εὑρεῖν, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην παρὰ πᾶσι σχεδὸν ἀνθρώποις ἐν πάσαις οἰκίαις καθιδρυθῆναι, τιμῶν καὶ θυσιῶν τυγχάνουσαν·
そして、これらのうちヘスティアは家々の建設を発明し、この恩恵のために、ほぼすべての人々の間で、すべての家の中に祀られ、栄誉と生贄を受けるようになったと言われている。
Δήμητραν δέ, τοῦ σίτου φυομένου μὲν ὡς ἔτυχε μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοουμένου δὲ παρʼ ἀνθρώποις, πρώτην συγκομίσαι καὶ τὴν κατεργασίαν αὐτοῦ καὶ φυλακὴν ἐπινοῆσαι καὶ σπείρειν καταδεῖξαι.
またデメテルは、穀物が他の草木とともに生じるがままに生えており、人間たちには知られていなかったときに、最初にそれを収穫し、その加工法と保管法を考案し、種をまくことを教示したと言われている。
§5.68.2εὑρεῖν μὲν οὖν αὐτὴν τὸν σῖτον πρὸ τοῦ γεννῆσαι τὴν θυγατέρα Φερσεφόνην, μετὰ δὲ τὴν ταύτης γένεσιν καὶ τὴν ὑπὸ Πλούτωνος ἁρπαγὴν ἐμπρῆσαι πάντα τὸν καρπὸν διά τε τὴν ἔχθραν τὴν πρὸς τὸν Δία καὶ τὴν ἐπὶ τῇ θυγατρὶ λύπην.
さて、彼女は娘のペルセポネを生む前に穀物を発見したが、彼女の誕生とプルトンによる略奪ののちに、ゼウスに対する敵意と娘に対する悲しみのために、すべての作物を焼き払ったと言われている。
μετὰ δὲ τὴν εὕρεσιν τῆς Φερσεφόνης διαλλαγῆναί τε τῷ Διὶ καὶ τῷ Τριπτολέμῳ ἀποδοῦναι τὸν τοῦ σίτου σπόρον, ᾧ συντάξαι πᾶσιν ἀνθρώποις μεταδοῦναι τῆς τε δωρεᾶς καὶ τὰ περὶ τὴν ἐργασίαν τοῦ σπόρου διδάξαι.
しかし、ペルセポネの発見ののちには、ゼウスと和解し、トリプトレモスに穀物の種を与え、彼にすべての人々にその贈り物を分け与え、種の栽培に関する事柄を教えるよう命じたと言われている。
§5.68.3λέγουσι δέ τινες ὅτι καὶ νόμους εἰσηγήσατο, καθʼ οὓς ἀλλήλοις τὸ δίκαιον διδόναι συνειθίσθησαν ἄνθρωποι, καὶ τὴν παραδοῦσαν αὐτοῖς θεὰν θεσμοφόρον ἀπὸ τούτων προσηγόρευσαν.
また、ある人々は、彼女が法律をも導入し、それに基づいて人間たちが互いに正義を与え合うことに慣れ親しんだと言い、それらを彼らに伝えた女神を、これらのことにちなんでテスモポロスと呼んだ。
μεγίστων γὰρ ἀγαθῶν ἀνθρώποις αἰτίαν γενομένην ἐπιφανεστάτων τυχεῖν τιμῶν καὶ θυσιῶν, ἔτι δʼ ἑορτῶν καὶ πανηγύρεων μεγαλοπρεπῶν, οὐ παρʼ Ἕλλησι μόνον, ἀλλὰ καὶ παρὰ πᾶσι σχεδὸν τοῖς βαρβάροις, ὅσοι τῆς τροφῆς ταύτης ἐκοινώνησαν.
というのも、彼女は人間にとって最大の恩恵をもたらす原因となったので、ギリシア人たちの間だけでなく、この食物を分け合ったほぼすべての未開人の間でも、最も顕著な栄誉と生贄、さらには壮麗な祭礼や大祭を得るに至ったからである。