§5.67.1Ὑπερίονα δέ φασι τοῦ τε ἡλίου τὴν κίνησιν καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔτι δὲ τὰς ὥρας τὰς συντελουμένας ὑπὸ τούτων, πρῶτον ἐξ ἐπιμελείας καὶ παρατηρήσεως κατανοήσαντα τοῖς ἄλλοις εἰς γνῶσιν παραδοῦναι, καὶ διὰ τοῦτο αὐτὸν πατέρα τούτων ὀνομασθῆναι, καθαπερεὶ γεγεννηκότα τὴν τούτων θεωρίαν καὶ φύσιν.
他们说,许珀里翁首先通过仔细的关注和观察,理解了太阳、月亮以及其他星体的运行,以及由它们所带来的季节,并将这些知识传授给其他人,因此他被称为这些事物的“父亲”,仿佛是他孕育了它们的观测方法和本性。
§5.67.2καὶ Κοίου μὲν καὶ Φοίβης Λητὼ γενέσθαι, Ἰαπετοῦ δὲ Προμηθέα τὸν παραδεδομένον μὲν ὑπό τινων μυθογράφων ὅτι τὸ πῦρ κλέψας παρὰ τῶν θεῶν ἔδωκε τοῖς ἀνθρώποις, πρὸς δʼ ἀλήθειαν εὑρετὴν γενόμενον τῶν πυρείων, §5.67.3ἐξ ὧν ἐκκάεται τὸ πῦρ.
他们说,科俄斯和福柏生了勒托,而轻率者伊阿珀托斯则生了普罗米修斯。 尽管一些神话作家传说普罗米修斯从神明那里偷走了火并赠予人类,但实际上他是发火器具的发明者,火就是从这些器具中燃起的。
τῶν δὲ Τιτανίδων φασὶ Μνημοσύνην λογισμοὺς εὑρεῖν καὶ τὰς τῶν ὀνομάτων θέσεις ἑκάστῳ τῶν ὄντων τάξαι, διʼ ὧν καὶ δηλοῦμεν ἕκαστα καὶ πρὸς ἀλλήλους ὁμιλοῦμεν· ἅ τινες τὸν Ἑρμῆν φασιν εἰσηγήσασθαι.
在女泰坦中,他们说摩涅莫绪涅发明了推理(思考),并为存在的每种事物规定了名称的赋予,我们通过这些名称来指明每种事物并相互交流;有些人则说这些是由赫尔墨斯引入的。
προσάπτουσι δὲ τῇ θεῷ ταύτῃ καὶ τὰ πρὸς ἀνανέωσιν καὶ μνήμην γινόμενα παρὰ τοῖς ἀνθρώποις, ἀφʼ ὧν δὴ καὶ τῆς προσηγορίας τυχεῖν αὐτὴν ταύτης.
人们还将人类中为了重温和记忆所做的事归功于这位女神,她也正是因此获得了这个称呼。
§5.67.4Θέμιν δὲ μυθολογοῦσι μαντείας καὶ θυσίας καὶ θεσμοὺς τοὺς περὶ τῶν θεῶν πρώτην εἰσηγήσασθαι καὶ τὰ περὶ τὴν εὐνομίαν καὶ εἰρήνην καταδεῖξαι.
他们传说,忒弥斯首先引入了神谕、祭祀和关于神明的规章,并确立了有关良好秩序与和平的事项。
διὸ καὶ θεσμοφύλακας καὶ θεσμοθέτας ὀνομάζεσθαι τοὺς τὰ περὶ τοὺς θεοὺς ὅσια καὶ τοὺς τῶν ἀνθρώπων νόμους διαφυλάττοντας· καὶ τὸν Ἀπόλλω, καθʼ ὃν δὴ χρόνον τοὺς χρησμοὺς διδόναι μέλλει, θεμιστεύειν λέγομεν ἀπὸ τοῦ τὴν Θέμιν εὑρέτριαν γεγονέναι τῶν χρησμῶν.
因此,那些维护关于神明的神圣职责和人类法律的人被称为“法律守护者”(thesmophylakes)和“立法者”(thesmothetai);而且,当阿波罗准备传达神谕时,我们说他“在行使忒弥斯之职”(themisteuei),这是因为忒弥斯是神谕的发明者。
§5.67.5οὗτοι μὲν οὖν οἱ θεοὶ πολλὰ τὸν ἀνθρώπινον βίον εὐεργετήσαντες οὐ μόνον ἀθανάτων τιμῶν ἠξιώθησαν, ἀλλὰ καὶ πρῶτοι τὸν Ὄλυμπον ἐνομίσθησαν οἰκεῖν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν.
因此,这些神明因为给人类生活带来了诸多恩惠,不仅被认为配享不朽的荣誉,而且被认为是在离开人世之后,首批居住在奥林匹斯山的人。