§5.66.1μυθολογοῦσι γὰρ οἱ Κρῆτες γενέσθαι κατὰ τὴν τῶν Κουρήτων ἡλικίαν τοὺς καλουμένους Τιτᾶνας.
因为克里特人传说,在库雷特斯时代,产生了所谓的泰坦神。
τούτους δὲ τῆς Κνωσίας χώρας ἔχειν τὴν οἴκησιν, ὅπουπερ ἔτι καὶ νῦν δείκνυται θεμέλια Ῥέας οἰκόπεδα καὶ κυπαρίττων ἄλσος ἐκ παλαιοῦ χρόνου ἀνειμένον.
他们说这些人居住在克诺索斯地区,直到今天那里仍然展示着瑞亚住宅的遗迹以及自古以来就被奉为神圣的柏树林。
§5.66.2ὑπάρξαι δὲ τὸν ἀριθμὸν ἓξ μὲν ἄνδρας, πέντε δὲ γυναῖκας, ὡς μέν τινες μυθολογοῦσιν, Οὐρανοῦ καὶ Γῆς ὄντας, ὡς δέ τινές φασιν, ἔκ τινος τῶν Κουρήτων καὶ μητρὸς Τιταίας, ἀφʼ ἧς αὐτοὺς ταύτης τετευχέναι τῆς προσηγορίας.
他们说这些人在数量上为六男五女——正如一些人传说的,他们是乌拉诺斯和盖亚的孩子,而正如另一些人所说,他们是库雷特斯之一与母亲蒂泰亚的孩子,他们正是从这位母亲那里得到了这个称呼。
§5.66.3ἄρρενας μὲν οὖν γενέσθαι τόν τε Κρόνον καὶ Ὑπερίονα καὶ Κοῖον, ἔτι δὲ Ἰαπετὸν καὶ Κριὸν καὶ τὸ τελευταῖον Ὠκεανόν, ἀδελφὰς δὲ τούτων τήν τε Ῥέαν καὶ Θέμιν καὶ Μνημοσύνην, ἔτι δὲ Φοίβην καὶ Τηθύν.
其中男性为克罗诺斯、许珀里翁、科俄斯,以及伊阿珀托斯、克里俄斯,最后是俄刻阿诺斯;他们的姐妹是瑞亚、忒弥斯、摩涅莫绪涅,以及福柏和忒堤斯。
ὧν ἕκαστόν τινων εὑρετὴν γενέσθαι τοῖς ἀνθρώποις, καὶ διὰ τὴν εἰς ἅπαντας εὐεργεσίαν τυχεῖν τιμῶν καὶ μνήμης ἀενάου.
他们说,他们中的每一个人都为人类发明了某些事物,并且由于对所有人的恩惠,他们获得了荣誉和永久的纪念。
§5.66.4τὸν μὲν οὖν Κρόνον ὄντα πρεσβύτατον βασιλέα γενέσθαι, καὶ τοὺς καθʼ ἑαυτὸν ἀνθρώπους ἐξ ἀγρίου διαίτης εἰς βίον ἥμερον μεταστῆσαι, καὶ διὰ τοῦτο ἀποδοχῆς μεγάλης τυχόντα πολλοὺς ἐπελθεῖν τόπους τῆς οἰκουμένης.
因此他们说,克罗诺斯作为最长者成为了国王,并将同时代的人类从野蛮的生活方式转变为温和的生活,且因此获得了极大的赞许,游历了人居世界的许多地方。
εἰσηγήσασθαι δʼ αὐτὸν ἅπασι τήν τε δικαιοσύνην καὶ τὴν ἁπλότητα τῆς ψυχῆς· διὸ καὶ τοὺς ἐπὶ Κρόνου γενομένους ἀνθρώπους παραδεδόσθαι τοῖς μεταγενεστέροις εὐήθεις καὶ ἀκάκους παντελῶς, ἔτι δʼ εὐδαίμονας γεγονότας.
他们说,他向所有人引入了正义和心灵的淳朴;因此,生活在克罗诺斯时代的人们被后代传颂为完全淳朴且无邪,并且生活得非常幸福。
§5.66.5δυναστεῦσαι δʼ αὐτὸν μάλιστα τῶν πρὸς ἑσπέραν τόπων καὶ μεγίστης ἀξιωθῆναι τιμῆς· διὸ καὶ μέχρι τῶν νεωτέρων χρόνων παρὰ Ῥωμαίοις καὶ Καρχηδονίοις, ὅτʼ ἦν ἡ πόλις αὕτη, ἔτι δὲ τοῖς ἄλλοις τοῖς πλησιοχώροις ἔθνεσιν ἐπιφανεῖς ἑορτὰς καὶ θυσίας γενέσθαι τούτῳ τῷ θεῷ καὶ πολλοὺς τόπους ἐπωνύμους αὐτοῦ γενέσθαι.
他们说,他主要统治了西方地区,并被认为配享最大的荣誉;因此,直到较近的时代,在罗马人和迦太基人(当该城还存在时)以及其他邻近的民族中,都为这位神明举行了盛大的节日和祭祀,并且许多地方都以他的名字命名。
§5.66.6διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐνομίας ἀδίκημα μὲν μηδὲν ὅλως ὑπὸ μηδενὸς σνντελεῖσθαι, πάντας δὲ τοὺς ὑπὸ τὴν ἡγεμονίαν τούτου τεταγμένους μακάριον βίον ἐζηκέναι, πάσης ἡδονῆς ἀνεμποδίστως ἀπολαύοντας.
他们说,由于社会秩序极其优良,任何人都没有犯下任何罪恶,而在他领导下的所有人都在毫无阻碍地享受一切快乐中过着幸福的生活。
περὶ δὲ τούτων καὶ τὸν ποιητὴν Ἡσίοδον ἐπιμαρτυρεῖν ἐν τοῖσδε τοῖς ἔπεσιν· "οἱ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν, ὥστε θεοὶ δʼ ἔζωον, ἀκηδέα θυμὸν ἔχοντες, νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τʼ ἀργαλέων καὶ ἀπήμονες, οὐδὲ μέλεσσι γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἐόντες· θνῆσκον δʼ ὡς ὕπνῳ δεδμημένοι.
关于这些,诗人赫西俄德在以下诗行中也作了见证: "他们生活在克罗诺斯在天界称王的时代,他们像神明一样生活,怀着无忧无虑的心,远离灾难,没有艰难的劳苦和痛苦的疾病,免受伤害;他们的四肢也不见衰老,手脚始终如一,在宴乐中欢度,远离灾祸;他们死去时如同被睡眠征服。
ἄλλα τε πολλὰ τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐπὶ γαίῃ εὔφρονες ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν, ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι.
他们还拥有许多其他美好事物;产粮的土地自动长出丰盛而充足的果实;他们在土地上心情愉快地与许多善良的同伴一起分担工作,家畜富足,深受至福神明们的喜爱。
"
περὶ μὲν οὖν Κρόνου τοιαῦτα μυθολογοῦσιν.
"因此,关于克罗诺斯,人们传说着这样的事情。