§5.66.1μυθολογοῦσι γὰρ οἱ Κρῆτες γενέσθαι κατὰ τὴν τῶν Κουρήτων ἡλικίαν τοὺς καλουμένους Τιτᾶνας.
というのも、クレーテの人々は、クレーテスたちの時代に、いわゆるティタネスが生じたと神話的に語っているからである。
τούτους δὲ τῆς Κνωσίας χώρας ἔχειν τὴν οἴκησιν, ὅπουπερ ἔτι καὶ νῦν δείκνυται θεμέλια Ῥέας οἰκόπεδα καὶ κυπαρίττων ἄλσος ἐκ παλαιοῦ χρόνου ἀνειμένον.
そして、彼らがクノッソスの地に住居を有していたと(語っている)。 そこには今日でもなお、レアの住居の基礎と、古くから神に捧げられた糸杉の聖林が示されている。
§5.66.2ὑπάρξαι δὲ τὸν ἀριθμὸν ἓξ μὲν ἄνδρας, πέντε δὲ γυναῖκας, ὡς μέν τινες μυθολογοῦσιν, Οὐρανοῦ καὶ Γῆς ὄντας, ὡς δέ τινές φασιν, ἔκ τινος τῶν Κουρήτων καὶ μητρὸς Τιταίας, ἀφʼ ἧς αὐτοὺς ταύτης τετευχέναι τῆς προσηγορίας.
また、彼らの数は男が六人、女が五人であったと(語っている)。 ある人々が神話的に語るところでは、ウラノスとゲの子であったと、また別の者たちが言うところでは、クレーテスの一人と母ティタイアの子であり、この母から彼らがこの名称を得たのだと。
§5.66.3ἄρρενας μὲν οὖν γενέσθαι τόν τε Κρόνον καὶ Ὑπερίονα καὶ Κοῖον, ἔτι δὲ Ἰαπετὸν καὶ Κριὸν καὶ τὸ τελευταῖον Ὠκεανόν, ἀδελφὰς δὲ τούτων τήν τε Ῥέαν καὶ Θέμιν καὶ Μνημοσύνην, ἔτι δὲ Φοίβην καὶ Τηθύν.
さて、男たちはクロノス、ヒュペリオン、コイオス、さらにイアペトス、クリオス、そして最後にオケアノスであったと。 また、彼らの姉妹はレア、テミス、ムネモシュネ、さらにポイベ、テテュスであったと。
ὧν ἕκαστόν τινων εὑρετὴν γενέσθαι τοῖς ἀνθρώποις, καὶ διὰ τὴν εἰς ἅπαντας εὐεργεσίαν τυχεῖν τιμῶν καὶ μνήμης ἀενάου.
彼らのそれぞれが人間にとってある事物の発見者となり、すべての人々に対する恩恵ゆえに、名誉と永遠の記憶を得たと。
§5.66.4τὸν μὲν οὖν Κρόνον ὄντα πρεσβύτατον βασιλέα γενέσθαι, καὶ τοὺς καθʼ ἑαυτὸν ἀνθρώπους ἐξ ἀγρίου διαίτης εἰς βίον ἥμερον μεταστῆσαι, καὶ διὰ τοῦτο ἀποδοχῆς μεγάλης τυχόντα πολλοὺς ἐπελθεῖν τόπους τῆς οἰκουμένης.
さて、クロノスは最年長であって王となり、同時代の人間たちを野生の生活様式から温和な生活へと移行させ、このことによって大きな支持を得て、居住地域の多くの場所を訪れたと。
εἰσηγήσασθαι δʼ αὐτὸν ἅπασι τήν τε δικαιοσύνην καὶ τὴν ἁπλότητα τῆς ψυχῆς· διὸ καὶ τοὺς ἐπὶ Κρόνου γενομένους ἀνθρώπους παραδεδόσθαι τοῖς μεταγενεστέροις εὐήθεις καὶ ἀκάκους παντελῶς, ἔτι δʼ εὐδαίμονας γεγονότας.
また、彼がすべての人々に正義と魂の純朴さを導入し、それゆえにまた、クロノスの時代に生きた人々は、後世の人々に、極めて実直で悪意がなく、さらには幸福であったと伝えられていると。
§5.66.5δυναστεῦσαι δʼ αὐτὸν μάλιστα τῶν πρὸς ἑσπέραν τόπων καὶ μεγίστης ἀξιωθῆναι τιμῆς·
そして、彼がとりわけ西方の地を支配し、最大の栄誉に値するとみなされたと。
διὸ καὶ μέχρι τῶν νεωτέρων χρόνων παρὰ Ῥωμαίοις καὶ Καρχηδονίοις, ὅτʼ ἦν ἡ πόλις αὕτη, ἔτι δὲ τοῖς ἄλλοις τοῖς πλησιοχώροις ἔθνεσιν ἐπιφανεῖς ἑορτὰς καὶ θυσίας γενέσθαι τούτῳ τῷ θεῷ καὶ πολλοὺς τόπους ἐπωνύμους αὐτοῦ γενέσθαι.
それゆえにまた、後世の時代に至るまで、ローマ人や、その都市が存在していた頃のカルタゴ人、さらにはその他の近隣の諸民族の間で、この神に対して盛大な祭りと犠牲式が行われ、多くの場所が彼にちなんで名づけられたのだと。
§5.66.6διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐνομίας ἀδίκημα μὲν μηδὲν ὅλως ὑπὸ μηδενὸς σνντελεῖσθαι, πάντας δὲ τοὺς ὑπὸ τὴν ἡγεμονίαν τούτου τεταγμένους μακάριον βίον ἐζηκέναι, πάσης ἡδονῆς ἀνεμποδίστως ἀπολαύοντας.
また、秩序が極めて行き届いていたために、誰によっても何一つの不正も全く行われず、彼の支配下に置かれたすべての者が、いかなる快楽も妨げられることなく享受して、幸福な生活を送ったと。
περὶ δὲ τούτων καὶ τὸν ποιητὴν Ἡσίοδον ἐπιμαρτυρεῖν ἐν τοῖσδε τοῖς ἔπεσιν·
これらのことについて、詩人ヘシオドスも以下の詩行において証言していると。
"οἱ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν, ὥστε θεοὶ δʼ ἔζωον, ἀκηδέα θυμὸν ἔχοντες, νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τʼ ἀργαλέων καὶ ἀπήμονες, οὐδὲ μέλεσσι γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἐόντες·
"彼らはクロノスが天を支配していた時代に生きており、神々のように、憂いのない心を持って暮らしていた。 災いから遠く離れ、つらい労苦もなく、また苦しい病からも離れて、害を被ることもなかった。 四肢に老いが訪れることはなく、常に足も手も衰えず、災いの外にあって祝宴を楽しんでいた。
θνῆσκον δʼ ὡς ὕπνῳ δεδμημένοι.
そして彼らは眠りに屈するように死んだ。
ἄλλα τε πολλὰ τοῖσιν ἔην·
他の多くの良いものも彼らにはあった。
καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον·
穀物をもたらす耕地は、自ずから、多く豊かな実りをもたらした。
οἱ δʼ ἐπὶ γαίῃ εὔφρονες ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν, ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι.
彼らは地上で心安らかに、多くの善良な仲間たちとともに自分たちの仕事を分け持ち、家畜に富み、至信なる神々に愛されていた。
"
περὶ μὲν οὖν Κρόνου τοιαῦτα μυθολογοῦσιν.
"さて、クロノスについては、このようなことが神話的に語られている。