Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.64.1-5.64.7

埃特奥克里特人与伊达的达克提利

第 386 段,共 406 段 · 希腊语

内容简介

作者开始叙述克里特岛的历史,介绍了原住民埃特奥克里特人,以及传说中的“伊达的达克提利”的起源、他们对火和金属的发现、对秘仪的创立,以及他们中的一员与阿尔克墨涅之子赫拉克勒斯的混淆。

§5.64.1περὶ μὲν οὖν Ῥόδου καὶ Χερρονήσου ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δὲ Κρήτης νῦν διέξιμεν.
关于罗得岛和赫索尼索斯,我们对已说过的部分感到满足,现在我们将详细论述克里特。
οἱ μὲν γὰρ τὴν Κρήτην κατοικοῦντές φασιν ἀρχαιοτάτους γενέσθαι παρʼ αὑτοῖς τοὺς ὀνομαζομένους Ἐτεόκρητας αὐτόχθονας, ὧν τὸν μὲν βασιλέα Κρῆτα καλούμενον πλεῖστα καὶ μέγιστα κατὰ τὴν νῆσον εὑρεῖν τὰ δυνάμενα τὸν κοινὸν τῶν ἀνθρώπων βίον ὠφελῆσαι.
因为居住在克里特的人们说,他们那里最早产生的是被称为“埃特奥克里特人”(真正克里特人)的原住民,他们的国王被称为克雷斯,在岛上发明了极多且最伟大的、能够造福人类共同生活的事务。
§5.64.2καὶ τῶν θεῶν δὲ τοὺς πλείστους μυθολογοῦσι παρʼ ἑαυτοῖς γενέσθαι τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας τυχόντας ἀθανάτων τιμῶν· περὶ ὧν ἡμεῖς ἐν κεφαλαίοις τὰ παραδεδομένα διέξιμεν ἀκολούθως τοῖς ἐνδοξοτάτοις τῶν τὰς Κρητικὰς πράξεις συνταξαμένων.
他们还以神话的形式传说,大多数的神明都诞生于他们那里,这些神明因为普世的恩泽而获得了不朽的荣耀;关于这些,我们将遵循那些编纂克里特历史的最著名的学者的记载,简要地叙述所流传下来的事迹。
§5.64.3πρῶτοι τοίνυν τῶν εἰς μνήμην παραδεδομένων ᾤκησαν τῆς Κρήτης περὶ τὴν Ἴδην οἱ προσαγορευθέντες Ἰδαῖοι Δάκτυλοι.
那么,在有记忆流传的人中,最早居住在克里特伊达山一带的是被称为“伊达的达克提利”的人。
τούτους δʼ οἱ μὲν ἑκατὸν τὸν ἀριθμὸν γεγονέναι παραδεδώκασιν, οἱ δὲ δέκα φασὶν ὑπάρχοντας τυχεῖν ταύτης τῆς προσηγορίας, τοῖς ἐν ταῖς χερσὶ δακτύλοις ὄντας ἰσαρίθμους.
关于他们,有人记载其人数为一百人,而另一些人则说他们有十人,因为与手上的手指数量相同而获得了这一称呼。
§5.64.4ἔνιοι δʼ ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος, τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐν Φρυγίᾳ, διαβῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην· ὑπάρξαντας δὲ γόητας ἐπιτηδεῦσαι τάς τε ἐπῳδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθρᾴκην διατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθʼ ὃν δὴ χρόνον καὶ τὸν Ὀρφέα, φύσει διαφόρῳ κεχορηγημένον πρὸς ποίησιν καὶ μελῳδίαν, μαθητὴν γενέσθαι τούτων, καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τελετὰς καὶ μυστήρια.
但有些人记载(其中也包括埃福罗斯),伊达的达克提利诞生于弗里吉亚的伊达山,并与米格顿一起渡海来到欧洲;他们作为术士,钻研符咒、仪式和秘仪,在萨莫色雷斯一带逗留期间,在这些方面使当地居民大为惊异;正是在那个时期,天生在诗歌和旋律方面具有卓越才能的奥尔菲斯也成为了他们的弟子,并首次将仪式和秘仪传给希腊人。
§5.64.5οἱ δʼ οὖν κατὰ τὴν Κρήτην Ἰδαῖοι Δάκτυλοι παραδέδονται τήν τε τοῦ πυρὸς χρῆσιν καὶ τὴν τοῦ χαλκοῦ καὶ σιδήρου φύσιν ἐξευρεῖν τῆς Ἀπτεραίων χώρας περὶ τὸν καλούμενον Βερέκυνθον, καὶ τὴν ἐργασίαν διʼ ἧς κατασκευάζεται· δόξαντας δὲ μεγάλων ἀγαθῶν ἀρχηγοὺς γεγενῆσθαι §5.64.6τῷ γένει τῶν ἀνθρώπων τιμῶν τυχεῖν ἀθανάτων.
无论如何,克里特的伊达的达克提利被传说在阿普特拉人的土地上,即被称为贝雷昆索斯的地方周围,发现了火的使用以及铜和铁的性质,还有加工它们的工艺;他们被认为成为了对人类而言伟大利益的始祖,因而获得了不朽的荣耀。
ἱστοροῦσι δʼ αὐτῶν ἕνα μὲν προσαγορευθῆναι Ἡρακλέα, δόξῃ δὲ διενεγκόντα θεῖναι τὸν ἀγῶνα τὸν τῶν Ὀλυμπίων· τοὺς δὲ μεταγενεστέρους ἀνθρώπους διὰ τὴν ὁμωνυμίαν δοκεῖν τὸν ἐξ Ἀλκμήνης συστήσασθαι τὴν τῶν Ὀλυμπίων θέσιν.
而且人们记载,他们中的一员被称为赫拉克勒斯,因名声卓越而创立了奥尔匹克竞技会;但后世的人由于名字相同,便认为是阿尔克墨涅之子创立了奥尔匹克竞技会。
§5.64.7σημεῖα δὲ τούτων φασὶ διαμένειν τὸ πολλὰς τῶν γυναικῶν ἔτι καὶ νῦν λαμβάνειν ἐπῳδὰς ἀπὸ τούτου τοῦ θεοῦ καὶ περιάμματα ποιεῖν, ὡς γεγονότος αὐτοῦ γόητος καὶ τὰ περὶ τὰς τελετὰς ἐπιτετηδευκότος· ἃ δὴ πλεῖστον κεχωρίσθαι τῆς Ἡρακλέους συνηθείας τοῦ γεγονότος ἐξ Ἀλκμήνης.
人们说,这些事情的证据至今依然存在,因为即便现在,许多妇女仍从这位神明那里获得符咒并制作护身符,理由是他是术士且精通仪式之事;这些做法确实与诞生于阿尔克墨涅的赫拉克勒斯的惯常行为相差甚远。

词汇与语法注释

  1. §5.64.3ᾤκησαν τῆς Κρήτης — 动词 οἰκέω 通常接宾格(直接宾语)或介词短语来表示居住地,但此处使用了属格 τῆς Κρήτης。这可以解释为部分属格(“居住在克里特的一部分”),或者表示地点的属格。
  2. §5.64.5δόξαντας δὲ μεγάλων ἀγαθῶν ἀρχηγοὺς γεγενῆσθαι — 尽管 δόξαντας 是宾格复数分词,但该句的主语是 οἱ ... Ἰδαῖοι Δάκτυλοι(主格),因此原本应当使用主格 δόξαντες。这是一种无主句(anacoluthon)现象,很可能是受到前文动词 παραδέδονται(被传说)的影响,将主语视为了不定式句子的宾格主语。其后的 τῷ γένει τῶν ἀνθρώπων(对人类而言)最好被视为利益与格,修饰“伟大的恩惠”或“成为始祖”。
  3. §5.64.6δοκεῖν τὸν ἐξ Ἀλκμήνης συστήσασθαι — 不定式 δοκεῖν 的逻辑主语是 τοὺς δὲ μεταγενεστέρους ἀνθρώπους(后世的人们),而依附于 δοκεῖν 的从属不定式 συστήσασθαι 的主语是 τὸν ἐξ Ἀλκμήνης(阿尔克墨涅之子)。这是一个双重宾格与不定式结构,意为“后世的人们认为,阿尔克墨涅之子创立了……”,需要理清这一嵌套关系。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.64.1-5.64.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.64.1-5.64.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。