§5.61.1μετὰ δὲ ταῦτα Τριόπαν, ἕνα τῶν Ἡλίου καὶ Ῥόδου παίδων, φεύγοντα διὰ τὸν Τενάγεω τοῦ ἀδελφοῦ φόνον εἰς τὴν Χερρόνησον ἀφικέσθαι.
此后,赫利俄斯与罗得之子之一的特里奥帕斯,因杀害兄弟泰纳格斯而逃亡,来到了凯尔罗涅索斯。
ἐνταῦθα δὲ καθαρθέντα τὸν φόνον ὑπὸ Μελισσέως τοῦ βασιλέως εἰς τὴν Θετταλίαν πλεῦσαι ἐπὶ συμμαχίαν τοῖς Δευκαλίωνος παισί, καὶ συνεκβαλεῖν ἐκ τῆς Θετταλίας τοὺς Πελασγούς, §5.61.2καὶ μερίσασθαι τὸ καλούμενον Δώτιον πεδίον.
据传他在那里由国王梅利塞乌斯净化了杀人罪,随后航行至色萨利,与丢卡利翁的孩子们结盟,并协同将佩拉斯吉人逐出色萨利,并瓜分了所谓的多提翁平原。
ἐνταῦθα δὲ τὸ τέμενος τῆς Δήμητρος ἐκκόψαντα τῇ ὕλῃ καταχρῆσθαι πρὸς βασιλείων κατασκευήν· δι’ ἣν αἰτίαν ὑπὸ τῶν ἐγχωρίων μισηθέντα φυγεῖν ἐκ Θετταλίας, καὶ καταπλεῦσαι μετὰ τῶν συμπλευσάντων λαῶν εἰς τὴν Κνιδίαν, ἐν ᾗ κτίσαι τὸ καλούμενον ἀπʼ αὐτοῦ Τριόπιον.
他在那里砍伐了得墨忒耳的圣所,将这些木材用于建造宫殿;为此,他遭到当地居民的怨恨,逃离了色萨利,并与同航的民众一起航行到克尼多斯地区,并在那里建立了以他的名字命名的特里奥皮翁。
§5.61.3ἐντεῦθεν δʼ ὁρμώμενον τήν τε Χερρόνησον κατακτήσασθαι καὶ τῆς ὁμόρου Καρίας πολλήν.
他从那里出发,征服了凯尔罗涅索斯以及相邻的卡里亚的大部分地区。
περὶ δὲ τοῦ γένους τοῦ Τριόπα πολλοὶ τῶν συγγραφέων καὶ ποιητῶν διαπεφωνήκασιν· οἱ μὲν γὰρ ἀναγράφουσιν αὐτὸν υἱὸν εἶναι Κανάχης τῆς Αἰόλου καὶ Ποσειδῶνος, οἱ δὲ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης τῆς Πηνειοῦ.
然而,关于特里奥帕斯的世系,许多历史学家和诗人的意见并不一致;因为一些人记载他是埃俄洛斯之女卡纳刻与波塞冬之子,而另一些人则认为他是阿波罗之子拉皮特斯与佩纽斯之女斯提尔贝之子。