§5.59.1ὕστερον δὲ τούτων Ἀλθαιμένης ὁ Κατρέως υἱὸς τοῦ Κρητῶν βασιλέως περί τινων χρηστηριαζόμενος ἔλαβε χρησμόν, ὅτι πεπρωμένον ἐστὶν αὐτῷ τοῦ πατρὸς αὐτόχειρα γενέσθαι.
在这些事情之后,克里特国王卡特柔斯的儿子阿尔泰墨涅斯,在就某些事情询问神谕时,得到了一个神谕,说他命中注定要亲手杀死自己的父亲。
§5.59.2βουλόμενος οὖν τοῦτο τὸ μύσος ἐκφυγεῖν ἑκουσίως ἔφυγεν ἐκ τῆς Κρήτης μετὰ τῶν βουλομένων συναπᾶραι, πλειόνων ὄντων.
因此,为了逃避这一污秽,他自愿与那些愿意随他一同起航的人(人数众多)一起逃离克里特。
οὗτος μὲν οὖν κατέπλευσε τῆς Ῥοδίας εἰς Κάμειρον καὶ ἐπὶ ὄρους Ἀταβύρου Διὸς ἱερὸν ἱδρύσατο τοῦ προσαγορευομένου Ἀταβυρίου· διόπερ ἔτι καὶ νῦν τιμᾶται διαφερόντως, κείμενον ἐπί τινος ὑψηλῆς ἄκρας, ἀφʼ ἧς ἐστιν ἀφορᾶν τὴν Κρήτην.
他航行到罗得岛的卡梅伊罗斯,并在阿塔比罗斯山上建立了一座被称为阿塔比里奥斯的宙斯的神殿;因此,直到今天,这座神殿仍受到格外的崇敬,它坐落在某个高耸的山顶上,从那里可以眺望克里特岛。
§5.59.3ὁ μὲν οὖν Ἀλθαιμένης μετὰ τῶν συνακολουθησάντων κατῴκησεν ἐν τῇ Καμείρῳ, τιμώμενος ὑπὸ τῶν ἐγχωρίων· ὁ δὲ πατὴρ αὐτοῦ Κατρεύς, ἔρημος ὢν ἀρρένων παίδων καὶ διαφερόντως ἀγαπῶν τὸν Ἀλθαιμένην, ἔπλευσεν εἰς Ῥόδον, φιλοτιμούμενος εὑρεῖν τὸν υἱὸν καὶ ἀπαγαγεῖν εἰς Κρήτην.
于是,阿尔泰墨涅斯同他的随从们在卡梅伊罗斯定居下来,并受到当地居民的尊敬;而他的父亲卡特柔斯因没有其他男嗣,且格外钟爱阿尔泰墨涅斯,便乘船前往罗得岛,渴望找到他的儿子并带回克里特。
τῆς δὲ κατὰ τὸ πεπρωμένον ἀνάγκης ἐπισχυούσης, ὁ μὲν Κατρεὺς ἀπέβη μετά τινων ἐπὶ τὴν Ῥοδίαν νυκτός, καὶ γενομένης συμπλοκῆς καὶ μάχης πρὸς τοὺς ἐγχωρίους ὁ Ἀλθαιμένης ἐκβοηθῶν ἠκόντισε λόγχῃ καὶ διʼ ἄγνοιαν παίσας ἀπέκτεινε τὸν πατέρα.
但由于命运的必然性占据了上风,卡特柔斯在夜间与一些人登上了罗得岛,与当地居民发生了冲突和战斗,阿尔泰墨涅斯前来救援,投掷标枪,因不知情而刺中并杀死了自己的父亲。
§5.59.4γνωσθείσης δὲ τῆς πράξεως, ὁ Ἀλθαιμένης οὐ δυνάμενος φέρειν τὸ μέγεθος τῆς συμφορᾶς τὰς μὲν ἀπαντήσεις καὶ ὁμιλίας τῶν ἀνθρώπων περιέκαμπτε, διδοὺς δʼ ἑαυτὸν εἰς τὰς ἐρημίας ἠλᾶτο μόνος καὶ διὰ τὴν λύπην ἐτελεύτησεν· ὕστερον δὲ κατά τινα χρησμὸν τιμὰς ἔσχε παρὰ Ῥοδίοις ἡρωικάς.
这一行态为人所知后,阿尔泰墨涅斯无法承受这巨大灾难的重负,避开与人们的碰面和交谈,将自己置于荒野之中,独自流浪,因悲伤而死;后来,根据某个神谕,他在罗得岛人中获得了英雄般的尊荣。
§5.59.5βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Τληπόλεμος ὁ Ἡρακλέους φεύγων διὰ τὸν Λικυμνίου θάνατον, ὃν ἀκουσίως ἦν ἀνῃρηκώς, ἔφυγεν ἑκουσίως ἐξ Ἄργους· χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετά τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατῴκησε.
特洛伊战争前不久,赫拉克勒斯之子特勒波勒摩斯因无意中杀死了里库姆尼乌斯而面临流亡,因而自愿逃离阿耳戈斯;在得到了关于建立殖民地的神谕后,他率领一些人航行到罗得岛,并受到当地居民的接纳而定居于此。
§5.59.6γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τήν τε χώραν ἐπʼ ἴσης κατεκληρούχησε καὶ τἄλλα διετέλεσεν ἄρχων ἐπιεικῶς.
成为全岛的国王后,他将土地进行了平等分配,并在其他方面继续进行公正的统治。
τὸ δὲ τελευταῖον μετʼ Ἀγαμέμνονος στρατεύων εἰς Ἴλιον τῆς μὲν Ῥόδου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δʼ ἐπιφανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρῳάδι.
最后,在与阿伽门农一同出征伊利翁时,他将罗得岛的统治权交给了与他一同从阿耳戈斯逃亡的布特斯,而他自己因在战争中显赫一时,死在了特罗阿斯。