§5.58.1κατὰ δὲ τούτους τοὺς χρόνους Δαναὸς ἔφυγεν ἐξ Αἰγύπτου μετὰ τῶν θυγατέρων· καταπλεύσας δὲ τῆς Ῥοδίας εἰς Λίνδον καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων, ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν καὶ τὸ ἄγαλμα τῆς θεοῦ καθιέρωσε.
在这些时期,达那俄斯同他的女儿们一起从埃及逃亡;他航行到罗得岛的林多斯,并受到当地居民的接纳,于是他建立了一座雅典娜的神殿,并奉献了女神的塑像。
τῶν δὲ τοῦ Δαναοῦ θυγατέρων τρεῖς ἐτελεύτησαν κατὰ τὴν ἐπιδημίαν τὴν ἐν τῇ Λίνδῳ, αἱ δʼ ἄλλαι μετὰ τοῦ πατρὸς Δαναοῦ εἰς Ἄργος ἐξέπλευσαν.
达那俄斯的女儿中有三人是在逗留林多斯期间去世的,而其他人则随父亲达那俄斯乘船前往阿耳戈斯。
§5.58.2μικρὸν δʼ ὕστερον τούτων τῶν χρόνων Κάδμος ὁ Ἀγήνορος, ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως κατὰ ζήτησιν τῆς Εὐρώπης, κατέπλευσεν εἰς τὴν Ῥοδίαν· κεχειμασμένος δʼ ἰσχυρῶς κατὰ τὸν πλοῦν καὶ πεποιημένος εὐχὰς ἱδρύσασθαι Ποσειδῶνος ἱερόν, διασωθεὶς ἱδρύσατο κατὰ τὴν νῆσον τοῦ θεοῦ τούτου τέμενος καὶ τῶν Φοινίκων ἀπέλιπέ τινας τοὺς ἐπιμελησομένους.
这些时期后不久,阿革诺耳之子卡德摩斯受国王派遣寻找欧罗巴,航行到罗得岛;由于他在航行中遭遇了强烈的暴风雨,并许愿要建立一座波塞冬的神殿,在获救后,他便在岛上建立了这位神明圣域,并留下了一些腓尼基人来照管。
οὗτοι δὲ καταμιγέντες Ἰαλυσίοις διετέλεσαν συμπολιτευόμενοι τούτοις· ἐξ ὧν φασι τοὺς ἱερεῖς κατὰ γένος διαδέχεσθαι τὰς ἱερωσύνας.
这些人与伊亚律索斯人相融合,继续与他们共同生活;据说,祭司们正是从他们之中按家族世代继承祭司职位的。
§5.58.3ὁ δʼ οὖν Κάδμος καὶ τὴν Λινδίαν Ἀθηνᾶν ἐτίμησεν ἀναθήμασιν, ἐν οἷς ἦν χαλκοῦς λέβης ἀξιόλογος κατεσκευασμένος εἰς τὸν ἀρχαῖον ῥυθμόν· οὗτος δʼ εἶχεν ἐπιγραφὴν Φοινικικοῖς γράμμασιν, ἅ φασι πρῶτον ἐκ Φοινίκης εἰς τὴν Ἑλλάδα κομισθῆναι.
因此,卡德摩斯还用奉献物祭祀了林多斯的雅典娜,其中有一个按古代风格制作的精美青铜大釜;其上刻有腓尼基文字的铭文,据说这种文字最早是从腓尼基传到希腊的。
§5.58.4μετὰ δὲ ταῦτα τῆς Ῥοδίας γῆς ἀνείσης ὄφεις ὑπερμεγέθεις συνέβη πολλοὺς τῶν ἐγχωρίων ὑπὸ τῶν ὄφεων διαφθαρῆναι· διόπερ οἱ περιλειφθέντες ἔπεμψαν εἰς Δῆλον τοὺς ἐπερωτήσοντας τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς.
在此之后,罗得岛的土地生出了巨大的蛇,导致许多当地居民被这些蛇害死;因此,幸存下来的人们派人前往得洛斯岛,向神明询问如何摆脱这些灾难。
§5.58.5τοῦ δʼ Ἀπόλλωνος προστάξαντος αὐτοῖς παραλαβεῖν Φόρβαντα μετὰ τῶν συνακολουθούντων αὐτῷ, καὶ μετὰ τούτων κατοικεῖν τὴν Ῥόδον· οὗτος δʼ ἦν υἱὸς μὲν Λαπίθου, διέτριβε δὲ περὶ Θετταλίαν μετὰ πλειόνων, ζητῶν χώραν εἰς κατοίκησιν·
当阿波罗命令他们接纳佛耳巴斯及其随从,并与他们共同居住在罗得岛时;这位佛耳巴斯是拉皮斯的儿子,当时正与许多人一起在色萨利一带逗留,寻找可供定居的土地。
τῶν δὲ Ῥοδίων μεταπεμψαμένων αὐτὸν κατὰ τὴν μαντείαν καὶ μεταδόντων τῆς χώρας, ὁ μὲν Φόρβας ἀνεῖλε τοὺς ὄφεις, καὶ τὴν νῆσον ἐλευθερώσας τοῦ φόβου, κατῴκησεν ἐν τῇ Ῥοδίᾳ, γενόμενος δὲ καὶ τἄλλα ἀνὴρ ἀγαθὸς ἔσχε τιμὰς ἡρωικὰς μετὰ τὴν τελευτήν.
当罗得岛人根据神谕召来他并与他分享土地时,佛耳巴斯消灭了这些蛇,使岛民摆脱了恐惧,并在罗得岛定居下来;由于他在其他方面也是一位杰出的人,死后获得了英雄般的崇敬。