§5.57.1οἱ δʼ Ἡλιάδαι διάφοροι γενηθέντες τῶν ἄλλων ἐν παιδείᾳ διήνεγκαν καὶ μάλιστʼ ἐν ἀστρολογίᾳ.
赫利阿代兄弟在教养方面优于他人,尤其在天文学上表现杰出。
εἰσηγήσαντο δὲ καὶ περὶ τῆς ναυτιλίας πολλὰ καὶ τὰ περὶ τὰς ὥρας διέταξαν.
他们还引入了许多关于航海的知识,并整理了关于季节的事务。
§5.57.2εὐφυέστατος δὲ γενόμενος Τενάγης ὑπὸ τῶν ἀδελφῶν διὰ φθόνον ἀνῃρέθη· γνωσθείσης δὲ τῆς ἐπιβουλῆς οἱ μετασχόντες τοῦ φόνου πάντες ἔφυγον.
天资最聪颖的特纳格斯因退让与嫉妒而被他的兄弟们杀害;当阴谋败露后,所有参与谋杀的人都逃跑了。
τούτων δὲ Μάκαρ μὲν εἰς Λέσβον ἀφίκετο, Κάνδαλος δὲ εἰς τὴν Κῶ· ἀκτὶς δʼ εἰς Αἴγυπτον ἀπάρας ἔκτισε τὴν Ἡλιούπολιν ὀνομαζομένην, ἀπὸ τοῦ πατρὸς θέμενος τὴν προσηγορίαν· οἱ δʼ Αἰγύπτιοι ἔμαθον παρʼ αὐτοῦ τὰ περὶ τὴν ἀστρολογίαν θεωρήματα.
在他们之中,马卡尔来到了莱斯博斯岛,坎达洛斯来到了科斯岛;阿克蒂斯则乘船前往埃及,创建了被称为赫利乌波利斯的城市,并以父亲的名字为其命名;埃及人从他那里学习了关于天文学的定理。
§5.57.3ὕστερον δὲ παρὰ τοῖς Ἕλλησι γενομένου κατακλυσμοῦ, καὶ διὰ τὴν ἐπομβρίαν τῶν πλείστων ἀνθρώπων ἀπολομένων, ὁμοίως τούτοις καὶ τὰ διὰ τῶν γραμμάτων ὑπομνήματα συνέβη φθαρῆναι·
然而,后来在希腊人中发生了一场大洪水,由于暴雨导致大多数人丧生,同样地,通过文字保留的记录也随之毁灭。
§5.57.4δι’ ἣν αἰτίαν οἱ Αἰγύπτιοι καιρὸν εὔθετον λαβόντες ἐξιδιοποιήσαντο τὰ περὶ τῆς ἀστρολογίας, καὶ τῶν Ἑλλήνων διὰ τὴν ἄγνοιαν μηκέτι τῶν γραμμάτων ἀντιποιουμένων ἐνίσχυσεν, ὡς αὐτοὶ πρῶτοι τὴν τῶν ἄστρων εὕρεσιν ἐποιήσαντο.
由于这个原因,埃及人乘着有利的时机,将关于天文学的知识据为己有,而希腊人由于无知,不再声称对文字拥有所有权,因此“埃及人自己最早发现星辰”的说法便流传开来。
§5.57.5ὁμοίως δὲ καὶ Ἀθηναῖοι κτίσαντες ἐν Αἰγύπτῳ πόλιν τὴν ὀνομαζομένην Σάιν, τῆς ὁμοίας ἔτυχον ἀγνοίας διὰ τὸν κατακλυσμόν.
同样,在埃及创建了被称为塞伊斯的城市的主雅典人,也因为大洪水而陷入了同样的无知。
διʼ ἃς αἰτίας πολλαῖς ὕστερον γενεαῖς Κάδμος ὁ Ἀγήνορος ἐκ τῆς Φοινίκης πρῶτος ὑπελήφθη κομίσαι γράμματα εἰς τὴν Ἑλλάδα· καὶ ἀπʼ ἐκείνου τὸ λοιπὸν οἱ Ἕλληνες ἔδοξαν ἀεί τι προσευρίσκειν περὶ τῶν γραμμάτων, κοινῆς τινος ἀγνοίας κατεχούσης τοὺς Ἕλληνας.
由于这些原因,在许多代之后,阿革诺耳之子卡德摩斯被认为是第一个将文字从腓尼基带到希腊的人;从那时起,由于一种普遍的无知支配着希腊人,希腊人似乎总是在文字方面不断有新的发现。
§5.57.6Τριόπας δὲ πλεύσας εἰς τὴν Καρίαν κατέσχεν ἀκρωτήριον τὸ ἀπʼ ἐκείνου Τριόπιον κληθέν.
特里奥波斯航行到卡里亚,占领了以他名字命名的特里奥皮翁海岬。
οἱ δὲ λοιποὶ τοῦ Ἡλίου παῖδες διὰ τὸ μὴ μετασχεῖν τοῦ φόνου κατέμειναν ἐν τῇ Ῥόδῳ, καὶ κατῴκησαν ἐν τῇ Ἰαλυσίᾳ κτίσαντες πόλιν Ἀχαΐαν.
而太阳神的其余儿子由于没有参与谋杀,留在了罗得岛,并定居在伊亚律西亚,创建了阿开亚城。
§5.57.7ὧν ὁ πρεσβύτερος Ὄχιμος βασιλεύων ἔγημε μίαν τῶν ἐγχωρίων Νυμφῶν Ἡγητορίαν, ἐξ ἧς ἐγέννησε θυγατέρα Κυδίππην τὴν μετὰ ταῦτα Κυρβίαν μετονομασθεῖσαν· ἣν γήμας Κέρκαφος ἀδελφὸς διεδέξατο τὴν βασιλείαν.
在他们之中,长子奥希莫斯作为国王进行统治,娶了当地宁芙仙女之一的赫格托里亚为妻,并与她生下一个女儿库迪佩(后改名为库尔比亚);他的兄弟凯尔卡波斯娶了她,继承了王位。
§5.57.8μετὰ δὲ τὴν τούτου τελευτὴν διεδέξαντο τὴν ἀρχὴν υἱοὶ τρεῖς, Λίνδος, Ἰάλυσος, Κάμειρος· ἐπὶ δὲ τούτων γενομένης μεγάλης πλημυρίδος, ἐπικλυσθεῖσα ἡ Κύρβη ἔρημος ἐγένετο, αὐτοὶ δὲ διείλοντο τὴν χώραν, καὶ ἕκαστος ἑαυτοῦ πόλιν ὁμώνυμον ἔκτισε.
在他去世后,他的三个儿子林多斯、伊亚律索斯和卡梅伊罗斯继承了权力;在他们的时代发生了一场大洪水,库尔贝城被淹没并荒废,而他们分割了土地,每个人都创建了与自己同名的城市。