§5.58.1κατὰ δὲ τούτους τοὺς χρόνους Δαναὸς ἔφυγεν ἐξ Αἰγύπτου μετὰ τῶν θυγατέρων·
その頃、ダナオスは娘たちとともにエジプトから逃亡した。
καταπλεύσας δὲ τῆς Ῥοδίας εἰς Λίνδον καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων, ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν καὶ τὸ ἄγαλμα τῆς θεοῦ καθιέρωσε.
彼はロドス島のリンドスに船を寄せ、地元の人々に歓迎されて、アテナの神殿を創建し、女神の像を奉献した。
τῶν δὲ τοῦ Δαναοῦ θυγατέρων τρεῖς ἐτελεύτησαν κατὰ τὴν ἐπιδημίαν τὴν ἐν τῇ Λίνδῳ, αἱ δʼ ἄλλαι μετὰ τοῦ πατρὸς Δαναοῦ εἰς Ἄργος ἐξέπλευσαν.
ダナオスの娘たちのうち3人はリンドスに滞在している間に亡くなり、他の娘たちは父ダナオスとともにアルゴスへと船出した。
§5.58.2μικρὸν δʼ ὕστερον τούτων τῶν χρόνων Κάδμος ὁ Ἀγήνορος, ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως κατὰ ζήτησιν τῆς Εὐρώπης, κατέπλευσεν εἰς τὴν Ῥοδίαν·
この時代の少し後、アゲノルの子カドモスが、エウロペの捜索のために王によって派遣され、ロドス島に船を着けた。
κεχειμασμένος δʼ ἰσχυρῶς κατὰ τὸν πλοῦν καὶ πεποιημένος εὐχὰς ἱδρύσασθαι Ποσειδῶνος ἱερόν, διασωθεὶς ἱδρύσατο κατὰ τὴν νῆσον τοῦ θεοῦ τούτου τέμενος καὶ τῶν Φοινίκων ἀπέλιπέ τινας τοὺς ἐπιμελησομένους.
航海中に激しい嵐に遭い、ポセイドンの神殿を創建するという誓いを立てていたため、無事に救われた後、彼はこの島にこの神の聖域を創建し、フェニキア人たちの中からその世話をする者たちを何人か残した。
οὗτοι δὲ καταμιγέντες Ἰαλυσίοις διετέλεσαν συμπολιτευόμενοι τούτοις·
彼らはイアリュソスの住民たちと混じり合い、彼らとともに市民生活を送り続けた。
ἐξ ὧν φασι τοὺς ἱερεῖς κατὰ γένος διαδέχεσθαι τὰς ἱερωσύνας.
彼らから、神官たちが家系に従って神職を継承していると言われている。
§5.58.3ὁ δʼ οὖν Κάδμος καὶ τὴν Λινδίαν Ἀθηνᾶν ἐτίμησεν ἀναθήμασιν, ἐν οἷς ἦν χαλκοῦς λέβης ἀξιόλογος κατεσκευασμένος εἰς τὸν ἀρχαῖον ῥυθμόν·
それでカドモスは、リンドスのアテナをも奉納物によって敬ったが、その中には、古代の様式で作られた、注目すべき青銅の大釜があった。
οὗτος δʼ εἶχεν ἐπιγραφὴν Φοινικικοῖς γράμμασιν, ἅ φασι πρῶτον ἐκ Φοινίκης εἰς τὴν Ἑλλάδα κομισθῆναι.
これにはフェニキア文字の碑文が刻まれており、その文字は、最初にフェニキアからギリシアにもたらされたと言われている。
§5.58.4μετὰ δὲ ταῦτα τῆς Ῥοδίας γῆς ἀνείσης ὄφεις ὑπερμεγέθεις συνέβη πολλοὺς τῶν ἐγχωρίων ὑπὸ τῶν ὄφεων διαφθαρῆναι·
その後、ロドスの土地が極めて巨大な蛇たちを産み出したため、地元の多くの人々がその蛇たちによって命を奪われることとなった。
διόπερ οἱ περιλειφθέντες ἔπεμψαν εἰς Δῆλον τοὺς ἐπερωτήσοντας τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς.
そのため、生き残った人々は、災いからの解放について神に尋ねるために、使者たちをデロス島へと派遣した。
§5.58.5τοῦ δʼ Ἀπόλλωνος προστάξαντος αὐτοῖς παραλαβεῖν Φόρβαντα μετὰ τῶν συνακολουθούντων αὐτῷ, καὶ μετὰ τούτων κατοικεῖν τὴν Ῥόδον·
アポロンが彼らに、フォルバスをその従者たちとともに迎え入れ、彼らとともにロドス島に入植するように命じたので、彼らはそのようにした。
οὗτος δʼ ἦν υἱὸς μὲν Λαπίθου, διέτριβε δὲ περὶ Θετταλίαν μετὰ πλειόνων, ζητῶν χώραν εἰς κατοίκησιν·
このフォルバスはラピトスの息子であり、多くの人々とともにテッサリア地方に滞在し、定住するための土地を探していた。
τῶν δὲ Ῥοδίων μεταπεμψαμένων αὐτὸν κατὰ τὴν μαντείαν καὶ μεταδόντων τῆς χώρας, ὁ μὲν Φόρβας ἀνεῖλε τοὺς ὄφεις, καὶ τὴν νῆσον ἐλευθερώσας τοῦ φόβου, κατῴκησεν ἐν τῇ Ῥοδίᾳ, γενόμενος δὲ καὶ τἄλλα ἀνὴρ ἀγαθὸς ἔσχε τιμὰς ἡρωικὰς μετὰ τὴν τελευτήν.
ロドス人たちが神託に従って彼を呼び寄せ、土地を分け与えたので、フォルバスは蛇たちを退治し、島を恐怖から解放してロドスに定住した。 また、その他の点でも優れた人物であったため、死後には英雄としての栄誉を授かった。