Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.56.1-5.56.7

罗得岛大洪水与赫利阿代的诞生

第 378 段,共 406 段 · 希腊语

内容简介

预知大洪水的特尔喀涅斯人离开了罗得岛。大洪水过后,太阳神赫利俄斯晒干了水分,使大地重获新生,由此诞生了以他命名的七个赫利阿代及其他土著居民。文中还讲述了罗得岛和雅典在向雅典娜献祭时采用不同仪轨的起源。

§5.56.1χρόνῳ δʼ ὕστερον προαισθομένους τοὺς Τελχῖνας τὸν μέλλοντα γίνεσθαι κατακλυσμὸν ἐκλιπεῖν τὴν νῆσον καὶ διασπαρῆναι.
此后不久,据说特尔喀涅斯人预知到即将发生的大洪水,便离开了该岛并分散到各地。
λύκον δʼ ἐκ τούτων παραγενόμενον εἰς τὴν Λυκίαν Ἀπόλλωνος Λυκίου ἱερὸν ἱδρύσασθαι παρὰ τὸν Ξάνθον ποταμόν.
在他们之中,一个名叫吕科斯的人来到吕基亚,在克桑托斯河畔建立了吕基亚阿波罗的神庙。
§5.56.2τοῦ δὲ κατακλυσμοῦ γενομένου τοὺς μὲν ἄλλους διαφθαρῆναι, τῆς δὲ νήσου διὰ τὴν ἐπομβρίαν ἐπιπολασάντων τῶν ὑγρῶν λιμνάσαι τοὺς ἐπιπέδους τόπους, ὀλίγους δʼ εἰς τὰ μετέωρα τῆς νήσου συμφυγόντας διασωθῆναι· ἐν οἷς ὑπάρχειν καὶ τοὺς Διὸς παῖδας.
大洪水发生时,其他人尽皆毁灭;由于暴雨,岛上积水泛滥,平地变成了湖泊,只有少数人逃到岛上的高处而得以幸存,其中也包括宙斯的儿子们。
§5.56.3ἥλιον δὲ κατὰ μὲν τὸν μῦθον ἐρασθέντα τῆς Ῥόδου τήν τε νῆσον ἀπʼ αὐτῆς ὀνομάσαι Ῥόδον καὶ τὸ ἐπιπολάζον ὕδωρ ἀφανίσαι· ὁ δʼ ἀληθὴς λόγος ὅτι κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν τῆς νήσου πηλώδους οὔσης ἔτι καὶ μαλακῆς, τὸν ἥλιον ἀναξηράναντα τὴν πολλὴν ὑγρότητα ζωογονῆσαι τὴν γῆν, καὶ γενέσθαι τοὺς κληθέντας ἀπʼ αὐτοῦ Ἡλιάδας, ἑπτὰ τὸν ἀριθμόν, καὶ ἄλλους ὁμοίως λαοὺς αὐτόχθονας.
根据神话,太阳神(赫利俄斯)爱上了罗得,便以她的名字将该岛命名为罗得岛,并使积水消失;但真实的说法是,在岛屿最初形成的时期,土地仍然泥泞而柔软,太阳晒干了过多的水分,赋予土地生命,因而诞生了以他命名的赫利阿代,共计七人,以及其他同样是土著的人民。
§5.56.4ἀκολούθως δὲ τούτοις νομισθῆναι τὴν νῆσον ἱερὰν Ἡλίου καὶ τοὺς μετὰ ταῦτα γενομένους Ῥοδίους διατελέσαι περιττότερον τῶν ἄλλων θεῶν τιμῶντας τὸν Ἥλιον ὡς ἀρχηγὸν τοῦ γένους αὐτῶν.
因此,该岛被视为太阳神的圣地,后来的罗得斯人一直比其他神明更加尊崇太阳神,将其视为他们种族的始祖。
§5.56.5εἶναι δὲ τοὺς ἑπτὰ υἱοὺς Ὄχιμον, Κέρκαφον, Μάκαρα, Ἀκτῖνα, Τενάγην, Τριόπαν, Κάνδαλον, θυγατέρα δὲ μίαν, Ἠλεκτρυώνην, ἣν ἔτι παρθένον οὖσαν μεταλλάξαι τὸν βίον καὶ τιμῶν τυχεῖν παρὰ Ῥοδίοις ἡρωικῶν.
这七个儿子是奥希莫斯、凯尔卡波斯、马卡尔、阿克蒂斯、特纳格斯、特里奥波斯和坎达洛斯,还有一个女儿埃勒克特律俄涅,她还在处女之身时就离开了人世,并在罗得斯人中获得了英雄的荣誉。
ἀνδρωθεῖσι δὲ τοῖς Ἡλιάδαις εἰπεῖν τὸν Ἥλιον, ὅτι οἵτινες ἂν Ἀθηνᾷ θύσωσι πρῶτοι, παρʼ ἑαυτοῖς ἕξουσι τὴν θεόν· τὸ δʼ αὐτὸ λέγεται διασαφῆσαι τοῖς τὴν Ἀττικὴν κατοικοῦσι.
当赫利阿代兄弟成年时,太阳神告诉他们,无论谁最先向雅典娜献祭,女神就会留在他们那里;据说同样的事情也被明确告知了阿提卡居民。
§5.56.6διὸ καί φασι τοὺς μὲν Ἡλιάδας διὰ τὴν σπουδὴν ἐπιλαθομένους ἐνεγκεῖν πῦρ ἐπιθεῖναι τὰ θύματα, τὸν δὲ τότε βασιλεύοντα τῶν Ἀθηναίων Κέκροπα ἐπὶ τοῦ πυρὸς θῦσαι ὕστερον.
因此,据说赫利阿代兄弟由于急迫而忘记了带火,便把祭品放在祭坛上,而当时担任雅典国王的刻克洛普斯随后则用火进行了献祭。
§5.56.7διόπερ φασὶ διαμένειν μέχρι τοῦ νῦν τὸ κατὰ τὴν θυσίαν ἴδιον ἐν τῇ Ῥόδῳ, καὶ τὴν θεὸν ἐν αὐτῇ καθιδρῦσθαι.
因此,据说在罗得岛,这种献祭的独特习俗一直保留到今天,且女神也在此定居。
περὶ μὲν οὖν τῶν ἀρχαιολογουμένων παρὰ Ῥοδίοις οὕτω τινὲς μυθολογοῦσιν· ἐν οἷς ἐστι καὶ Ζήνων ὁ τὰ περὶ ταύτης συνταξάμενος.
关于罗得斯人的古代历史,有人是这样传述的;其中就包括撰写关于此岛事迹的芝诺。

词汇与语法注释

  1. §5.56.1προαισθομένους τοὺς Τελχῖνας ... ἐκλιπεῖν — 不定式 ἐκλιπεῖν、分词 προαισθομένους 及其逻辑主语宾格 τοὺς Τελχῖνας 构成了受上下文推导出的言说动词(如 φασίν 或 λέγονται)支配的宾格加不定式(A.C.I.) 结构。
  2. §5.56.1λύκον — 此词在语法上指专有名词吕科斯(特尔喀涅斯人之一),但同时与狼(λύκος)构成双关,暗示其与吕基亚阿波罗(Apollo Lycius)的词源关联。
  3. §5.56.3ὁ δʼ ἀληθὴς λόγος ὅτι ... ζωογονῆσαι — 虽然引导名词性从句的连词 ὅτι 通常要求使用限定动词,但此处受周围间接引语结构的影响,使用了不定式 ζωογονῆσαι(以及随后的 γενέσθαι)。
  4. §5.56.6ἐπιλαθομένους ἐνεγκεῖν πῦρ ἐπιθεῖναι τὰ θύματα — 分词 ἐπιλαθομένους 带有不定式 ἐνεγκεῖν,表示“忘记带火”,而随后的不定式 ἐπιθεῖναι 则表示在(没有火的)祭坛上放置祭品的行为。整个不定式结构受 φασί 支配。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.56.1-5.56.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.56.1-5.56.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。