§5.57.1οἱ δʼ Ἡλιάδαι διάφοροι γενηθέντες τῶν ἄλλων ἐν παιδείᾳ διήνεγκαν καὶ μάλιστʼ ἐν ἀστρολογίᾳ.
ヘリアダイは、他の人々とは異なって教養において優れており、とりわけ天文学において傑出していた。
εἰσηγήσαντο δὲ καὶ περὶ τῆς ναυτιλίας πολλὰ καὶ τὰ περὶ τὰς ὥρας διέταξαν.
また、航海術についても多くのことを導入し、季節に関する事柄を整理した。
§5.57.2εὐφυέστατος δὲ γενόμενος Τενάγης ὑπὸ τῶν ἀδελφῶν διὰ φθόνον ἀνῃρέθη·
最も才能に恵まれていたテナゲスは、兄弟たちによって嫉妬から殺害された。
γνωσθείσης δὲ τῆς ἐπιβουλῆς οἱ μετασχόντες τοῦ φόνου πάντες ἔφυγον.
その陰謀が露見すると、殺害に関与した者たちは全員逃亡した。
τούτων δὲ Μάκαρ μὲν εἰς Λέσβον ἀφίκετο, Κάνδαλος δὲ εἰς τὴν Κῶ·
彼らのうち、マカルはレスボスに、カンダロスはコスへと至った。
ἀκτὶς δʼ εἰς Αἴγυπτον ἀπάρας ἔκτισε τὴν Ἡλιούπολιν ὀνομαζομένην, ἀπὸ τοῦ πατρὸς θέμενος τὴν προσηγορίαν·
アクティスはエジプトへと船出し、父親にちなんで名を付けて、ヘリオポリスと呼ばれる都市を創建した。
οἱ δʼ Αἰγύπτιοι ἔμαθον παρʼ αὐτοῦ τὰ περὶ τὴν ἀστρολογίαν θεωρήματα.
エジプト人たちは彼から天文学の諸定理を学んだ。
§5.57.3ὕστερον δὲ παρὰ τοῖς Ἕλλησι γενομένου κατακλυσμοῦ, καὶ διὰ τὴν ἐπομβρίαν τῶν πλείστων ἀνθρώπων ἀπολομένων, ὁμοίως τούτοις καὶ τὰ διὰ τῶν γραμμάτων ὑπομνήματα συνέβη φθαρῆναι·
その後、ギリシア人の間で大洪水が起こり、豪雨のために大半の人々が滅びたため、これらと同様に、文字による記録もまた失われることとなった。
§5.57.4δι’ ἣν αἰτίαν οἱ Αἰγύπτιοι καιρὸν εὔθετον λαβόντες ἐξιδιοποιήσαντο τὰ περὶ τῆς ἀστρολογίας, καὶ τῶν Ἑλλήνων διὰ τὴν ἄγνοιαν μηκέτι τῶν γραμμάτων ἀντιποιουμένων ἐνίσχυσεν, ὡς αὐτοὶ πρῶτοι τὴν τῶν ἄστρων εὕρεσιν ἐποιήσαντο.
この理由のために、エジプト人たちは好機を得て天文学に関する知識を自分たちのものとし、ギリシア人たちが無知のために(文字の所有権を)もはや主張しなくなったため、彼ら自身が最初に星々の発見をしたという説が広く行き渡った。
§5.57.5ὁμοίως δὲ καὶ Ἀθηναῖοι κτίσαντες ἐν Αἰγύπτῳ πόλιν τὴν ὀνομαζομένην Σάιν, τῆς ὁμοίας ἔτυχον ἀγνοίας διὰ τὸν κατακλυσμόν.
同様に、アテナイ人たちもエジプトにサイスと呼ばれる都市を創建したが、大洪水のために同様の無知を経験することとなった。
διʼ ἃς αἰτίας πολλαῖς ὕστερον γενεαῖς Κάδμος ὁ Ἀγήνορος ἐκ τῆς Φοινίκης πρῶτος ὑπελήφθη κομίσαι γράμματα εἰς τὴν Ἑλλάδα·
これらの理由により、多くの世代のちに、アゲノルの子カドモスがフェニキアからギリシアへ最初に文字をもたらしたと考えられた。
καὶ ἀπʼ ἐκείνου τὸ λοιπὸν οἱ Ἕλληνες ἔδοξαν ἀεί τι προσευρίσκειν περὶ τῶν γραμμάτων, κοινῆς τινος ἀγνοίας κατεχούσης τοὺς Ἕλληνας.
そして、彼以降、ギリシア人たちに共通の無知が支配していたために、彼らは文字に関して常に何かを付け加えて発見しているように思われた。
§5.57.6Τριόπας δὲ πλεύσας εἰς τὴν Καρίαν κατέσχεν ἀκρωτήριον τὸ ἀπʼ ἐκείνου Τριόπιον κληθέν.
トリオパスはカリアへと航海し、彼にちなんでトリオピオンと呼ばれるようになった岬を占拠した。
οἱ δὲ λοιποὶ τοῦ Ἡλίου παῖδες διὰ τὸ μὴ μετασχεῖν τοῦ φόνου κατέμειναν ἐν τῇ Ῥόδῳ, καὶ κατῴκησαν ἐν τῇ Ἰαλυσίᾳ κτίσαντες πόλιν Ἀχαΐαν.
太陽の他の子供たちは、殺害に関与しなかったためにロドスに留まり、イアリュシア地方に住み着いてアカイアという都市を創建した。
§5.57.7ὧν ὁ πρεσβύτερος Ὄχιμος βασιλεύων ἔγημε μίαν τῶν ἐγχωρίων Νυμφῶν Ἡγητορίαν, ἐξ ἧς ἐγέννησε θυγατέρα Κυδίππην τὴν μετὰ ταῦτα Κυρβίαν μετονομασθεῖσαν·
彼らのうち、最年長のオキモスが王として支配し、地元のニンフの一人であるヘゲトリアを妻とし、彼女との間に娘キュディッペをもうけた。 彼女は後にキュルビアと改名された。
ἣν γήμας Κέρκαφος ἀδελφὸς διεδέξατο τὴν βασιλείαν.
彼女を妻とした兄弟のケルカポスが、王位を継承した。
§5.57.8μετὰ δὲ τὴν τούτου τελευτὴν διεδέξαντο τὴν ἀρχὴν υἱοὶ τρεῖς, Λίνδος, Ἰάλυσος, Κάμειρος·
彼の死後、3人の息子、リンドス、イアリュソス、カメイロスが権力を引き継いだ。
ἐπὶ δὲ τούτων γενομένης μεγάλης πλημυρίδος, ἐπικλυσθεῖσα ἡ Κύρβη ἔρημος ἐγένετο, αὐτοὶ δὲ διείλοντο τὴν χώραν, καὶ ἕκαστος ἑαυτοῦ πόλιν ὁμώνυμον ἔκτισε.
彼らの時代に大洪水が起こり、冠水したキュルベは無人となったが、彼らは土地を分割し、それぞれが自分と同名の都市を創建した。