Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.52.1-5.52.3

纳克索斯岛对狄俄尼索斯的养育与神恩

第 374 段,共 406 段 · 希腊语

内容简介

叙述了关于迪奥尼索斯诞生及在纳克索斯岛抚养的当地神话,以及该岛因此获得的恩惠与繁荣。

§5.52.1μυθολογοῦσι δὲ Νάξιοι περὶ τοῦ θεοῦ τούτου, φάσκοντες παρʼ αὐτοῖς τραφῆναι, καὶ διὰ τοῦτο τὴν νῆσον αὐτῷ γεγονέναι προσφιλεστάτην καὶ ὑπό τινων Διονυσιάδα καλεῖσθαι.
纳克索斯人讲述了关于这位神明的神话,声声称他是是在他们那里被抚养长大的,因此该岛成为了他最钟爱的地方,并被一些人称为迪奥尼西亚斯。
§5.52.2τὸν γὰρ Δία κατὰ τὸν παραδεδομένον μῦθον, τότε κεραυνωθείσης Σεμέλης πρὸ τοῦ τεκεῖν, τὸ βρέφος λαβόντα καὶ ἐρράψαντα εἰς τὸν μηρόν, ὡς ὁ τέλειος τῆς γενέσεως χρόνος ἦλθε, βουλόμενον λαθεῖν τὴν Ἥραν, ἐξελεῖν τὸ βρέφος ἐν τῇ νῦν Νάξῳ, καὶ δοῦναι τρέφειν ταῖς ἐγχωρίοις Νύμφαις Φιλίᾳ καὶ Κορωνίδι καὶ Κλείδῃ·
因为根据流传的神话,当时塞墨勒在分娩前被雷电击中,宙斯便带走了这个婴儿并缝进了自己的大腿里;当他出生的足月到来时,宙斯为了躲避赫拉,在如今的纳克索斯将婴儿取出,并交给了当地的宁芙仙女菲利亚、科罗尼斯和克莱德抚养。
κεραυνῶσαι δὲ τὴν Σεμέλην πρὸ τοῦ τεκεῖν, ὅπως μὴ ἐκ θνητῆς, ἀλλʼ ἐκ δυεῖν ἀθανάτων ὑπάρξας εὐθὺς ἐκ γενετῆς ἀθάνατος ᾖ.
而宙斯在塞墨勒分娩前用雷电击她,是为了使他不是由凡人女子所生,而是由两位神明所生,从而自出生起就立即成为不朽之身。
§5.52.3διὰ δὲ τὴν εἰς τὸν Διόνυσον εὐεργεσίαν ἐν τῇ τροφῇ τὰς χάριτας ἀπολαβεῖν τοὺς ἐγχωρίους· ἐπιδοῦναι γὰρ τὴν νῆσον εἰς εὐδαιμονίαν, καὶ ναυτικάς τε δυνάμεις ἀξιολόγους συστήσασθαι καὶ ἀπὸ Ξέρξου πρώτους ἀποστάντας ἀπὸ τοῦ ναυτικοῦ συγκαταναυμαχῆσαι τὸν βάρβαρον, καὶ τῆς ἐν Πλαταιαῖς παρατάξεως οὐκ ἀσήμως μετασχεῖν.
由于他们在抚养迪奥尼索斯方面的恩情,当地居民得到了回报;因为该岛走向了繁荣昌盛,他们组建了值得称道的海军力量,并且是第一批从薛西斯的海军中叛离出来、共同参与对抗野蛮人的海战的人,还在普拉提亚的会战中扮演了不容忽视的角色。
εἶναι δὲ καὶ περὶ τὴν τοῦ οἴνου ἰδιότητα διάφορόν τι παρʼ αὐτοῖς καὶ μηνῦον τὴν τοῦ θεοῦ πρὸς τὴν νῆσον οἰκειότητα.
而且在他们那里,关于葡萄酒的独特品质也有着某种非凡之处,这昭示了神明对该岛的亲密关系。

词汇与语法注释

  1. §5.52.1φάσκοντες — 现在分词 `φάσκοντες` 修饰主句的主语 `Νάξιοι`,并支配三个不定式:`τραφῆναι`(被动完成时)、`γεγονέναι`(主动完成时)和 `καλεῖσθαι`(被动现在时)。`τραφῆναι` 的逻辑主语是省略的狄奥尼索斯,而 `γεγονέναι` 和 `καλεῖσθαι` 的逻辑主语是宾格的 `τὴν νῆσον`。
  2. §5.52.2τὸν γὰρ Δία — 由于句首插入了 `κατὰ τὸν παραδεδομένον μῦθον`(根据流传的神话),整句话在间接引语中构成了“宾格加不定式”(A.C.I.)结构。宾格 `τὸν ... Δία` 是逻辑主语,与之相对应的主要不定式动词是 `ἐξελεῖν`(不定过去时主动)、`δοῦναι`(不定过去时主动)以及并列的 `κεραυνῶσαι`。
  3. §5.52.3ἀπολαβεῖν — 本节继续处于间接引语中。不定式 `ἀπολαβεῖν`(不定过去时主动)的逻辑主语是宾格的 `τοὺς ἐγχωρίους`。随后的 `ἐπιδοῦναι` 的主语转换为 `τὴν νῆσον`(宾格),而接下来的 `συστήσασθαι`(不定过去时中间)、`συγκαταναυμαχῆσαι`(不定过去时主动)和 `μετασχεῖν`(不定过去时主动)的主语则重新回到了纳克索斯人(由宾格分词 `ἀποστάντας` 表明)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.52.1-5.52.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.52.1-5.52.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。