§5.37.1μεγάλην δʼ ἔχει παραλλαγὴν τὰ μέταλλα ταῦτα συγκρινόμενα τοῖς κατὰ τὴν Ἀττικήν.
这些矿山若与阿提卡的矿山相比,有着巨大的差别。
ἐκεῖνα μὲν γὰρ οἱ μεταλλεύοντες καὶ πρὸς ταῖς ἐργασίαις μεγάλας προϊέμενοι δαπάνας ἃ μὲν ἤλπισαν ἐνίοτε λαβεῖν οὐκ ἔλαβον, ἃ δʼ εἶχον ἀπέβαλον, ὥστε δοκεῖν αὐτοὺς ὥσπερ αἰνίγματος τρόπον ἀτυχεῖν·
因为在阿提卡开采的人,虽然为作业投入了巨额费用,但有时未能获得他们希望得到的,反而失去了原有的财产,以至于他们看起来就像是以某种谜语般的方式遭遇了不幸。
§5.37.2οἱ δὲ κατὰ τὴν Σπανίαν μεταλλουργοὶ ταῖς ἐλπίσι μεγάλους σωρεύουσι πλούτους ἐκ τούτων τῶν ἐργασιῶν.
而西班牙的矿工们则凭借着希望,从这些作业中积累起巨额财富。
τῶν γὰρ πρώτων ἔργων ἐπιτυγχανομένων διὰ τὴν τῆς γῆς εἰς τοῦτο τὸ γένος ἀρετὴν ἀεὶ μᾶλλον εὑρίσκουσι λαμπροτέρας φλέβας, γεμούσας ἀργύρου τε καὶ χρυσοῦ·
因为由于大地在这一方面的优越特性,第一批工程取得了成功,他们总是能发现更加璀璨、富含金银的矿脉。
πᾶσα γὰρ ἡ σύνεγγυς γῆ διαπέπλεκται πολυμερῶς τοῖς ἑλιγμοῖς τῶν ῥάβδων.
因为附近的所有土地,都与那些弯曲延伸的矿脉复杂地交织在一起。
§5.37.3ἐνίοτε δὲ καὶ κατὰ βάθους ἐμπίπτουσι ποταμοῖς ῥέουσιν ὑπὸ τὴν γῆν, ὧν τῆς βίας περιγίνονται διακόπτοντες τὰς ῥύσεις αὐτῶν τὰς ἐμπιπτούσας τοῖς ὀρύγμασι πλαγίοις.
有时他们也会在深处遇到流经地下的河流,但他们通过开凿侧向坑道,截断流入坑道的水流,从而克服了这些水流的力量。
ταῖς γὰρ ἀδιαψεύστοις τοῦ κέρδους προσδοκίαις πιεζόμενοι πρὸς τὸ τέλος ἄγουσι τὰς ἰδίας ἐπιβολάς, καὶ τὸ πάντων παραδοξότατον, ἀπαρύτουσι τὰς ῥύσεις τῶν ὑδάτων τοῖς Αἰγυπτιακοῖς λεγομένοις κοχλίαις, οὓς Ἀρχιμήδης ὁ Συρακόσιος εὗρεν, ὅτε παρέβαλεν εἰς Αἴγυπτον·
因为,在对利润的绝对确信的驱使下,他们将自己的计划推进行至终点;而最令人惊叹的是,他们用所谓的埃及螺旋泵将水流汲出,这是叙拉古的阿基米德在访问埃及期间发明的。
διὰ δὲ τούτων συνεχῶς ἐκ διαδοχῆς παραδιδόντες μέχρι τοῦ στομίου, τὸν τῶν μετάλλων τόπον ἀναξηραίνουσι καὶ κατασκευάζουσιν εὔθετον πρὸς τὴν τῆς ἐργασίας πραγματείαν.
通过这些工具,他们将水连续地层层递送,直至坑口,从而排干了矿山中的积水,使其变得适合进行开采作业。
§5.37.4φιλοτέχνου δʼ ὄντος τοῦ ὀργάνου καθʼ ὑπερβολήν, διὰ τῆς τυχούσης ἐργασίας ἄπλατον ὕδωρ ἀναρριπτεῖται παραδόξως, καὶ πᾶν τὸ ποτάμιον ῥεῦμα ῥᾳδίως ἐκ βυθοῦ πρὸς τὴν ἐπιφάνειαν ἐκχεῖται.
由于这一工具设计得极其巧妙,只需通过寻常的劳作,就能奇迹般地将巨量的积水抛送上去,整条如河般的水流轻易地从深处排到地面。
θαυμάσαι δʼ ἄν τις εἰκότως τοῦ τεχνίτου τὴν ἐπίνοιαν οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς καὶ μείζοσι, διαβεβοημένοις κατὰ πᾶσαν τὴν οἰκουμένην, περὶ ὧν τὰ κατὰ μέρος ὅταν ἐπὶ τὴν Ἀρχιμήδους ἡλικίαν ἔλθωμεν ἀκριβῶς διέξιμεν.
人们理所当然会赞叹这位匠人的聪明才智,不仅在这些事上,而且在闻名于整个世界的其他许多更重大的发明中;当我们的历史叙述进展到阿基米德的时代时,我们将准确地逐一详加阐述。