§5.30.1ἐσθῆσι δὲ χρῶνται καταπληκτικαῖς, χιτῶσι μὲν βαπτοῖς χρώμασι παντοδαποῖς διηνθισμένοις καὶ ἀναξυρίσιν, ἃς ἐκεῖνοι βράκας προσαγορεύουσιν· ἐπιπορποῦνται δὲ σάγους ῥαβδωτοὺς ἐν μὲν τοῖς χειμῶσι δασεῖς, κατὰ δὲ τὸ θέρος ψιλούς, πλινθίοις πυκνοῖς καὶ πολυανθέσι διειλημμένους.
\n他们穿着令人瞩目的衣服,即染成五颜六色、饰有斑斓花纹的衣衫,以及他们称之为布拉卡的裤子;他们还用搭扣固定条纹斗篷,这种斗篷冬天厚实,夏天轻薄,上面布满了密集的、色彩斑斓的方格图案。
§5.30.2ὅπλοις δὲ χρῶνται θυρεοῖς μὲν ἀνδρομήκεσι, πεποικιλμένοις ἰδιοτρόπως· τινὲς δὲ καὶ ζῴων χαλκῶν ἐξοχὰς ἔχουσιν, οὐ πρὸς κόσμον, ἀλλὰ πρὸς ἀσφάλειαν εὖ δεδημιουργημένας.
\n\n至于武器,他们使用与人同高的盾牌,并以独特的方式加以装饰;有些人还饰有青铜制的动物浮雕突起,这些浮雕并非为了美观,而是为了安全而精心制作的。
κράνη δὲ χαλκᾶ περιτίθενται μεγάλας ἐξοχὰς ἐξ ἑαυτῶν ἔχοντα καὶ παμμεγέθη φαντασίαν ἐπιφέροντα τοῖς χρωμένοις, ὧν τοῖς μὲν πρόσκειται συμφυῆ κέρατα, τοῖς δὲ ὀρνέων ἢ τετραπόδων ζῴων ἐκτετυπωμέναι προτομαί.
他们头上戴着青铜头盔,头盔本身带有巨大的突起,给使用者带来极其高大的外观,其中一些头盔上附有连成一体的角,另一些则附有鸟类或四足动物的模压上半身像。
§5.30.3σάλπιγγας δʼ ἔχουσιν ἰδιοφυεῖς καὶ βαρβαρικάς· ἐμφυσῶσι γὰρ ταύταις καὶ προβάλλουσιν ἦχον τραχὺν καὶ πολεμικῆς ταραχῆς οἰκεῖον.
\n\n他们拥有独特的、蛮族式的军号;因为他们吹奏这些军号,发出粗粝且适合战争骚乱的声响。
θώρακας δʼ ἔχουσιν οἱ μὲν σιδηροῦς ἁλυσιδωτούς, οἱ δὲ τοῖς ὑπὸ τῆς φύσεως δεδομένοις ἀρκοῦνται, γυμνοὶ μαχόμενοι.
有些人拥有铁制的锁子甲,而另一些人则满足于大自然赋予他们的身体,赤身裸体地战斗。
ἀντὶ δὲ τοῦ ξίφους σπάθας ἔχουσι μακρὰς σιδηραῖς ἢ χαλκαῖς ἁλύσεσιν ἐξηρτημένας, παρὰ τὴν δεξιὰν λαγόνα παρατεταμένας.
他们不使用普通剑,而是使用挂在铁链或青铜链上、沿着右侧大腿延伸的长剑。
τινὲς δὲ τοὺς χιτῶνας ἐπιχρύσοις ἢ καταργύροις ζωστῆρσι συνέζωνται.
有些人用镀金或镀银的腰带束紧衣衫。
§5.30.4προβάλλονται δὲ λόγχας, ἃς ἐκεῖνοι λαγκίας καλοῦσι, πηχυαῖα τῷ μήκει τοῦ σιδήρου καὶ ἔτι μείζω τὰ ἐπιθήματα ἐχούσας, πλάτει δὲ βραχὺ λείποντα διπαλαίστων·
\n\n他们向前刺出枪,他们称之为“兰西亚”枪,其铁刃部分长达一肘(或更大),宽度仅略小于两掌宽。
τὰ μὲν γὰρ ξίφη τῶν παρʼ ἑτέροις σαυνίων εἰσὶν οὐκ ἐλάττω, τὰ δὲ σαυνία τὰς ἀκμὰς ἔχει τῶν ξιφῶν μείζους.
因为其刀刃不小于其他民族的投枪,而这些投枪的尖端比普通的剑刃还要大。
τούτων δὲ τὰ μὲν ἐπʼ εὐθείας κεχάλκευται, τὰ δʼ ἑλικοειδῆ διʼ ὅλων ἀνάκλασιν ἔχει πρὸς τὸ καὶ κατὰ τὴν πληγὴν μὴ μόνον τέμνειν, ἀλλὰ καὶ θραύειν τὰς σάρκας καὶ κατὰ τὴν ἀνακομιδὴν τοῦ δόρατος σπαράττειν τὸ τραῦμα.
在这些枪中,有些是锻造得笔直的,有些则整段呈螺旋状弯曲,以便在击中时不仅切开而且粉碎肌肉,并在收回长枪时撕裂伤口。