§5.30.1ἐσθῆσι δὲ χρῶνται καταπληκτικαῖς, χιτῶσι μὲν βαπτοῖς χρώμασι παντοδαποῖς διηνθισμένοις καὶ ἀναξυρίσιν, ἃς ἐκεῖνοι βράκας προσαγορεύουσιν·
\n彼らは人をおののかせるような衣服を用いる。 すなわち、多種多様な色に染められ、色とりどりの模様で飾られたキトンと、彼らがブラーカイと呼ぶズボンである。
ἐπιπορποῦνται δὲ σάγους ῥαβδωτοὺς ἐν μὲν τοῖς χειμῶσι δασεῖς, κατὰ δὲ τὸ θέρος ψιλούς, πλινθίοις πυκνοῖς καὶ πολυανθέσι διειλημμένους.
また、彼らは縞模様のマントを留め金で留めているが、これは冬には毛深く、夏には平滑であり、密な多色の格子模様で区切られている。
§5.30.2ὅπλοις δὲ χρῶνται θυρεοῖς μὲν ἀνδρομήκεσι, πεποικιλμένοις ἰδιοτρόπως·
\n\n武器としては、彼ら独特の方法で装飾された、人間の背丈ほどもある盾を用いる。
τινὲς δὲ καὶ ζῴων χαλκῶν ἐξοχὰς ἔχουσιν, οὐ πρὸς κόσμον, ἀλλὰ πρὸς ἀσφάλειαν εὖ δεδημιουργημένας.
ある人々はまた、装飾のためではなく、防護のために極めて巧みに作られた、青銅製の動物の突起をあしらっている。
κράνη δὲ χαλκᾶ περιτίθενται μεγάλας ἐξοχὰς ἐξ ἑαυτῶν ἔχοντα καὶ παμμεγέθη φαντασίαν ἐπιφέροντα τοῖς χρωμένοις, ὧν τοῖς μὲν πρόσκειται συμφυῆ κέρατα, τοῖς δὲ ὀρνέων ἢ τετραπόδων ζῴων ἐκτετυπωμέναι προτομαί.
また、彼らはそれ自体から大きな突起が伸び、着用者に極めて巨大な外観を与える青銅の兜を頭に被る。 それらのうち、あるものには一体となった角が取り付けられており、他のものには鳥や四足獣を形どった前身像が取り付けられている。
§5.30.3σάλπιγγας δʼ ἔχουσιν ἰδιοφυεῖς καὶ βαρβαρικάς·
\n\n彼らは独特な、野蛮な喇叭を持っている。
ἐμφυσῶσι γὰρ ταύταις καὶ προβάλλουσιν ἦχον τραχὺν καὶ πολεμικῆς ταραχῆς οἰκεῖον.
というのは、彼らはこれらに息を吹き込んで、耳障りでおののくような、戦闘の混乱にふさわしい響きを放つからである。
θώρακας δʼ ἔχουσιν οἱ μὲν σιδηροῦς ἁλυσιδωτούς, οἱ δὲ τοῖς ὑπὸ τῆς φύσεως δεδομένοις ἀρκοῦνται, γυμνοὶ μαχόμενοι.
また、ある人々は鉄の鎖帷子を身につけ、他の人々は自然によって与えられたもので満足して、裸で戦う。
ἀντὶ δὲ τοῦ ξίφους σπάθας ἔχουσι μακρὰς σιδηραῖς ἢ χαλκαῖς ἁλύσεσιν ἐξηρτημένας, παρὰ τὴν δεξιὰν λαγόνα παρατεταμένας.
剣の代わりに、彼らは鉄または青銅の鎖から吊り下げられ、右の腰に沿って伸びる長い剣を持っている。
τινὲς δὲ τοὺς χιτῶνας ἐπιχρύσοις ἢ καταργύροις ζωστῆρσι συνέζωνται.
ある人々はキトンを、金や銀をあしらった帯で締めている。
§5.30.4προβάλλονται δὲ λόγχας, ἃς ἐκεῖνοι λαγκίας καλοῦσι, πηχυαῖα τῷ μήκει τοῦ σιδήρου καὶ ἔτι μείζω τὰ ἐπιθήματα ἐχούσας, πλάτει δὲ βραχὺ λείποντα διπαλαίστων·
\n\n彼らは、自分たちがランキアイと呼ぶ槍を前に突き出すが、これは鉄の刃の部分が一キュビットかそれ以上の長さを持ち、幅は二掌幅よりわずかに狭いだけである。
τὰ μὲν γὰρ ξίφη τῶν παρʼ ἑτέροις σαυνίων εἰσὶν οὐκ ἐλάττω, τὰ δὲ σαυνία τὰς ἀκμὰς ἔχει τῶν ξιφῶν μείζους.
なぜなら、彼らの槍の刃は他民族の投げ槍に劣らず、その投げ槍は通常の剣の刃よりも大きな先端を持っているからである。
τούτων δὲ τὰ μὲν ἐπʼ εὐθείας κεχάλκευται, τὰ δʼ ἑλικοειδῆ διʼ ὅλων ἀνάκλασιν ἔχει πρὸς τὸ καὶ κατὰ τὴν πληγὴν μὴ μόνον τέμνειν, ἀλλὰ καὶ θραύειν τὰς σάρκας καὶ κατὰ τὴν ἀνακομιδὴν τοῦ δόρατος σπαράττειν τὸ τραῦμα.
これらのうち、あるものは真っ直ぐに鍛造されており、他のものは全体にわたって螺旋状に湾曲している。 これは、打撃の際、肉を切るだけでなく粉砕し、槍を引き抜く際にも傷口を掻きむしるためである。