§5.27.1κατὰ γοῦν τὴν Γαλατίαν ἄργυρος μὲν οὐ γίνεται τὸ σύνολον, χρυσὸς δὲ πολύς, ὃν τοῖς ἐγχωρίοις ἡ φύσις ἄνευ μεταλλείας καὶ κακοπαθείας ὑπουργεῖ.
总之,在加拉太根本不产银,但黄金却很多,大自然无需开采和劳苦,就将它提供给当地人。
ἡ γὰρ τῶν ποταμῶν ῥύσις σκολιοὺς τοὺς ἀγκῶνας ἔχουσα, τοῖς τῶν παρακειμένων ὀρῶν ὄχθοις προσαράττουσα καὶ μεγάλους ἀπορρηγνῦσα κολωνούς, πληροῖ χρυσοῦ ψήγματος.
因为河水的流向有弯曲的转角,冲刷着附近山峦的岸壁,剥离出巨大的土石,使其充满了砂金。
§5.27.2τοῦτο δʼ οἱ περὶ τὰς ἐργασίας ἀσχολούμενοι συνάγοντες ἀλήθουσιν τὰς ἐχούσας τὸ ψῆγμα βώλους, διὰ δὲ τῶν ὑδάτων τῆς φύσεως τὸ γεῶδες πλύναντες παραδιδόασιν ἐν ταῖς καμίνοις εἰς τὴν χωνείαν.
而那些忙于这项工作的人将它收集起来,粉碎含有砂金的泥块,利用水的特性洗去泥土部分后,将其送入炉中进行熔炼。
§5.27.3τούτῳ δὲ τῷ τρόπῳ σωρεύοντες χρυσοῦ πλῆθος καταχρῶνται πρὸς κόσμον οὐ μόνον αἱ γυναῖκες, ἀλλὰ καὶ οἱ ἄνδρες.
他们以这种方式积攒了大量的黄金,不仅妇女,连男子也将其充分用于装饰。
περὶ μὲν γὰρ τοὺς καρποὺς καὶ τοὺς βραχίονας ψέλια φοροῦσι, περὶ δὲ τοὺς αὐχένας κρίκους παχεῖς ὁλοχρύσους καὶ δακτυλίους ἀξιολόγους, ἔτι δὲ χρυσοῦς θώρακας.
因为他们在手腕和手臂上佩戴手镯,在脖子上戴着纯金的粗颈圈和显眼的戒指,甚至还穿着黄金胸甲。
§5.27.4ἴδιον δέ τι καὶ παράδοξον παρὰ τοῖς ἄνω Κελτοῖς ἐστι περὶ τὰ τεμένη τῶν θεῶν γινόμενον·
在内陆的凯尔特人中,关于神明的圣地,还发生着某种特异且奇特的事情。
ἐν γὰρ τοῖς ἱεροῖς καὶ τεμένεσιν ἐπὶ τῆς χώρας ἀνειμένοις ἔρριπται πολὺς χρυσὸς ἀνατεθειμένος τοῖς θεοῖς, καὶ τῶν ἐγχωρίων οὐδεὶς ἅπτεται τούτου διὰ τὴν δεισιδαιμονίαν, καίπερ ὄντων τῶν Κελτῶν φιλαργύρων καθʼ ὑπερβολήν.
因为在全国各地圣化的神殿和圣地里,散落着许多献给神明的黄金,尽管凯尔特人极其贪财,但由于敬畏神明,当地人谁也不去碰它。