Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.1.1-5.1.4

史书编排的重要性与埃福罗斯及蒂迈欧的成败

第 323 段,共 406 段 · 希腊语

内容简介

论述历史撰写中布局的重要性,指出蒂迈欧因过度非难而失败,而埃福罗斯则因按主题组织而成功,并表示自己也将遵循后者的原则。

§5.1.1πάντων μὲν τῶν ἐν ταῖς ἀναγραφαῖς χρησίμων προνοητέον τοὺς ἱστορίαν συνταττομένους, μάλιστα δὲ τῆς κατὰ μέρος οἰκονομίας.
撰写历史的人必须考虑到记录中所有有益的事物,尤其是对各个部分的布局。
αὕτη γὰρ οὐ μόνον ἐν τοῖς ἰδιωτικοῖς βίοις πολλὰ συμβάλλεται πρὸς διαμονὴν καὶ αὔξησιν τῆς οὐσίας, ἀλλὰ καὶ κατὰ τὰς ἱστορίας οὐκ ὀλίγα ποιεῖ προτερήματα τοῖς συγγραφεῦσιν.
因为这种布局不仅在私人生活中对财产的维持和增加大有裨益,而且在历史著作中也给历史学家带来了不少好处。
§5.1.2ἔνιοι δὲ καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὴν πολυπειρίαν τῶν ἀναγραφομένων πράξεων ἐπαινούμενοι δικαίως, ἐν τῷ κατὰ τὴν οἰκονομίαν χειρισμῷ διήμαρτον, ὥστε τοὺς μὲν πόνους καὶ τὴν ἐπιμέλειαν αὐτῶν ἀποδοχῆς τυγχάνειν παρὰ τοῖς ἀναγινώσκουσι, τὴν δὲ τάξιν τῶν ἀναγεγραμμένων δικαίας τυγχάνειν ἐπιτιμήσεως.
因为有些人虽然在文笔上和对所记录事迹的博识上都理所当然地受到赞誉,但在布局的处理上却失败了,结果,虽然他们的辛劳和细致得到了读者的认可,但所记录事物的顺序却受到了理所当然的指责。
§5.1.3Τίμαιος μὲν οὖν μεγίστην πρόνοιαν πεποιημένος τῆς τῶν χρόνων ἀκριβείας καὶ τῆς πολυπειρίας πεφροντικώς, διὰ τὰς ἀκαίρους καὶ μακρὰς ἐπιτιμήσεις εὐλόγως διαβάλλεται, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἐπιτιμήσεως Ἐπιτίμαιος ὑπό τινων ὠνομάσθη.
至于蒂迈欧,虽然他对年代的准确性给予了最大的关注,并对博识苦心钻研,但由于其不合时宜且冗长的非难,他理所当然地受到毁谤,并且由于其非难的过度,他被一些人戏称为埃皮蒂迈欧。
§5.1.4Ἔφορος δὲ τὰς κοινὰς πράξεις ἀναγράφων οὐ μόνον κατὰ τὴν λέξιν, ἀλλὰ καὶ κατὰ τὴν οἰκονομίαν ἐπιτέτευχε· τῶν γὰρ βίβλων ἑκάστην πεποίηκε περιέχειν κατὰ γένος τὰς πράξεις.
而埃福罗斯在记录通史时,不仅在文笔上,而且在布局上都取得了成功;因为他使他的每一卷书都包含按类别分类的事件。
διόπερ καὶ ἡμεῖς τοῦτο τὸ γένος τοῦ χειρισμοῦ προκρίναντες, κατὰ τὸ δυνατὸν ἀντεχόμεθα ταύτης τῆς προαιρέσεως.
因此,我们也首选这种处理方式,并尽可能坚持这一原则。

词汇与语法注释

  1. §5.1.1προνοητέον — 动形容词 προνοητέον(应当考虑)支配表示施事者的宾格 τοὺς ἱστορίαν συνταττομένους 和表示考虑对象的属格 πάντων μὲν τῶν... χρησίμων... μάλιστα δὲ τῆς κατὰ μέρος οἰκονομίας。
  2. §5.1.2ὥστε — 引导结果从句的连词 ὥστε 伴随不定式(双重出现的 τυγχάνειν),并以宾格 τοὺς μὲν πόνους... τὴν δὲ τάξιν... 作为其逻辑主语。
  3. §5.1.3Ἐπιτίμαιος — 这是结合了历史学家的名字蒂迈欧(Τίμαιος)与源自动词 ἐπιτιμάω(指责、非难)的词语 Ἐπιτίμαιος(苛求者、酷评家)的双关语。
  4. §5.1.4κατὰ γένος — 指的是按主题、地域等“类别”而非严格按编年(年代顺序)来组织和叙述事件的方法。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.1.1-5.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.1.1-5.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。