Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.19.1-5.19.5

大洋中肥沃而优美绝伦的岛屿

第 341 段,共 406 段 · 希腊语

内容简介

描述了位于赫拉克勒斯之柱外侧、大西洋上的一座极其肥沃而美丽的岛屿,介绍了其丰富的水源、森林、精美的别墅、宴饮场所和宛如神境的温和气候。

§5.19.1ἐπεὶ δὲ περὶ τῶν ἐντὸς Ἡρακλείων στηλῶν κειμένων νήσων διεληλύθαμεν, περὶ τῶν κατὰ τὸν ὠκεανὸν οὐσῶν διέξιμεν.
既然我们已经论述了位于赫拉克勒斯之柱内侧的岛屿,接下来我们将探讨位于大洋中的岛屿。
κατὰ γὰρ τὴν Λιβύην κεῖται πελαγία νῆσος ἀξιόλογος μὲν τῷ μεγέθει, κειμένη δὲ κατὰ τὸν ὠκεανὸν ἀπέχει πλοῦν ἀπὸ τῆς Λιβύης ἡμερῶν πλειόνων, κεκλιμένη πρὸς τὴν δύσιν.
因为在利比亚附近有一座面积巨大的外海岛屿,它位于大洋之中,距离利比亚有数日的航程,向西倾斜。
ἔχει δὲ χώραν καρποφόρον, πολλὴν μὲν ὀρεινήν, οὐκ ὀλίγην δὲ πεδιάδα κάλλει διαφέρουσαν.
它拥有肥沃的土地,其中大部分是山地,但也有不少平原,其美丽程度令人瞩目。
§5.19.2διαρρεομένη γὰρ ποταμοῖς πλωτοῖς ἐκ τούτων ἀρδεύεται, καὶ πολλοὺς μὲν ἔχει παραδείσους καταφύτους παντοίοις δένδρεσι, παμπληθεῖς δὲ κηπείας διειλημμένας ὕδασι γλυκέσιν· ἐπαύλεις τε πολυτελεῖς ταῖς κατασκευαῖς ὑπάρχουσιν ἐν αὐτῇ καὶ κατὰ τὰς κηπείας κατεσκευασμένα κωθωνιστήρια τὴν διάθεσιν ἀνθηρὰν ἔχοντα, ἐν οἷς οἱ κατοικοῦντες κατὰ τὴν θερινὴν ὥραν ἐνδιατρίβουσι, δαψιλῶς τῆς χώρας χορηγούσης τὰ πρὸς τὴν ἀπόλαυσιν καὶ τρυφήν.
因为岛上有可通航的河流穿流,并受到这些河流的灌溉,它拥有许多种植着各种树木的园林,以及许多被淡水隔开的菜园;岛上建有结构豪华的别墅,在菜园旁建有布置华丽的宴饮场所,居民们在夏季便在其中消磨时光,因为这片土地丰厚地供应着用于享乐和奢华的物品。
§5.19.3ἥ τε ὀρεινὴ δρυμοὺς ἔχει πυκνοὺς καὶ μεγάλους καὶ δένδρα παντοδαπὰ καρποφόρα καὶ πρὸς τὰς ἐν τοῖς ὄρεσι διαίτας ἔχοντα συναγκείας καὶ πηγὰς πολλάς.
山地则拥有茂密而高大的森林,以及各种各样的果树,还有许多适合山中生活的山谷和泉水。
καθόλου δʼ ἡ νῆσος αὕτη κατάρρυτός ἐστι ναματιαίοις καὶ γλυκέσιν ὕδασι, διʼ ὧν οὐ μόνον ἀπόλαυσις ἐπιτερπὴς γίνεται τοῖς ἐμβιοῦσιν ἐν αὐτῇ, ἀλλὰ καὶ πρὸς ὑγίειαν σωμάτων καὶ ῥώμην συμβάλλεται.
总的来说,这座岛屿充溢着流淌的淡水,通过这些水,不仅给居住在岛上的人们带来愉快的享受,而且也有助于他们身体的健康与强壮。
§5.19.4κυνήγιά τε δαψιλῆ παντοίων ζῴων καὶ θηρίων ὑπάρχει, καὶ τούτων ἐν ταῖς εὐωχίαις εὐποροῦντες οὐδὲν ἐλλιπὲς ἔχουσι τῶν πρὸς τρυφὴν καὶ πολυτέλειαν ἀνηκόντων· καὶ γὰρ ἰχθύων ἔχει πλῆθος ἡ προσκλύζουσα τῇ νήσῳ θάλαττα διὰ τὸ φύσει τὸν ὠκεανὸν πανταχῇ πλήθειν παντοδαπῶν ἰχθύων.
这里还有各种动物和野兽的丰富猎物,人们在宴席上享用这些丰盛的食物,因而在属于奢华与豪奢的事物上毫无匮乏;因为冲刷着该岛的海域中鱼类极多,这是由于大洋在天性上就到处充满着各种各样的鱼类。
§5.19.5καθόλου δʼ ἡ νῆσος αὕτη τὸν περικείμενον ἀέρα παντελῶς εὔκρατον ἔχουσα τὸ πλέον μέρος τοῦ ἐνιαυτοῦ φέρει πλῆθος ἀκροδρύων καὶ τῶν ἄλλων τῶν ὡραίων, ὥστε δοκεῖν αὐτὴν ὡσεὶ θεῶν τινων, οὐκ ἀνθρώπων ὑπάρχειν ἐμβιωτήριον διὰ τὴν ὑπερβολὴν τῆς εὐδαιμονίας.
总的来说,这座岛屿周围的气候完全温和,在一年中的大部分时间里都产出大量的果实和其他时令作物,以至于由于其福祉的无以复加,它看起来不像是人类的居所,倒像是某些神明的栖息之地。

词汇与语法注释

  1. §5.19.1κατὰ γὰρ τὴν Λιβύην — 意为“在利比亚近海”。前置词 κατά 接宾格在此表示“在……的对岸”或“在……的近海”的地理方位。
  2. §5.19.2κωθωνιστήρια — 意为“饮酒处”或“宴饮场所”的罕见名词。源自表示大酒杯的 κώθων,指在菜园旁建造的用于休息和宴饮的豪华空间。
  3. §5.19.3ἔχοντα συναγκείας — 中性复数宾格分词 ἔχοντα 修饰前文的中性复数名词 δένδρα。因此,字面上意为“(适合山中生活的)拥有许多山谷和泉水的树木”,但在语境上,这些特征描述的是整个山地(ἡ ὀρεινή)的属性,亦可理解为与 δένδρα 并列的宾语。此处在语法上处理为对树木的修饰。
  4. §5.19.5ὥστε δοκεῖν αὐτὴν ὡσεὶ θεῶν τινων, οὐκ ἀνθρώπων ὑπάρχειν ἐμβιωτήριον — 由 ὥστε 引导的结果从句,其中包含“对格+不定式”结构(αὐτὴν ... ὑπάρχειν)。αὐτήν 是不定式的宾格主语,ἐμβιωτήριον 是表语,属格的 θεῶν τινων 和 ἀνθρώπων 修饰 ἐμβιωτήριον,意为“某些神明的居所,而非人类的(居所)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.19.1-5.19.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.19.1-5.19.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。