§5.14.1οἱ δʼ ἐγχώριοι τροφαῖς μὲν χρῶνται γάλακτι καὶ μέλιτι καὶ κρέασι, δαψιλῶς πάντα ταῦτα παρεχομένης τῆς χώρας, τὰ δὲ πρὸς ἀλλήλους βιοῦσιν ἐπιεικῶς καὶ δικαίως παρὰ πάντας σχεδὸν τοὺς ἄλλους βαρβάρους·
而当地的居民以牛奶、蜂蜜和肉类为食,因为土地丰饶地提供这一切,在彼此的关系中,他们的生活比几乎所有其他蛮族都更温和、更公正。
τά τε γὰρ κατὰ τὴν ὀρεινὴν ἐν τοῖς δένδρεσιν εὑρισκόμενα κηρία τῶν πρώτων εὑρισκόντων ἐστί, μηδενὸς ἀμφισβητοῦντος, τά τε πρόβατα σημείοις διειλημμένα, κἂν μηδεὶς φυλάττῃ, σώζεται τοῖς κεκτημένοις, ἔν τε ταῖς ἄλλαις ταῖς ἐν τῷ βίῳ κατὰ μέρος οἰκονομίαις θαυμαστῶς προτιμῶσι τὸ δικαιοπραγεῖν.
因为在山区树木中发现的蜂巢,属于最先发现它们的人,没有任何人对此提出异议;而用标记区分的羊群,即使无人看管,也能为所有者安全地保存;在生活其他方面的个别管理中,他们也令人惊奇地推崇公正行事。
§5.14.2παραδοξότατον δʼ ἐστὶ τὸ παρʼ αὐτοῖς γινόμενον κατὰ τὰς τῶν τέκνων γενέσεις· ὅταν γὰρ ἡ γυνὴ τέκῃ, ταύτης μὲν οὐδεμία γίνεται περὶ τὴν λοχείαν ἐπιμέλεια, ὁ δʼ ἀνὴρ αὐτῆς ἀναπεσὼν ὡς νοσῶν λοχεύεται τακτὰς ἡμέρας, ὡς τοῦ σώματος αὐτῷ κακοπαθοῦντος·
在他们之中发生的最奇异的事,是关于孩子的出生:当妻子生产时,她本人在产后得不到任何照料,而她的丈夫却像生病一样躺下,调养规定的一连数日,仿佛是他自己的身体在遭受痛苦。
§5.14.3φύεται δὲ κατὰ τὴν νῆσον ταύτην καὶ πύξος πλείστη καὶ διάφορος, διʼ ἣν καὶ τὸ μέλι τὸ γινόμενον ἐν ταύτῃ παντελῶς γίνεται πικρόν.
在这座岛上还生长着极多且优良的黄杨木,因此岛上所产的蜂蜜完全是苦的。
κατοικοῦσι δʼ αὐτὴν βάρβαροι, τὴν διάλεκτον ἔχοντες ἐξηλλαγμένην καὶ δυσκατανόητον· τὸν δʼ ἀριθμὸν ὑπάρχουσιν ὑπὲρ τοὺς τρισμυρίους.
居住在这里的是蛮族,他们操着一种奇特且难以理解的方言,人口数量在三万以上。