§5.14.1οἱ δʼ ἐγχώριοι τροφαῖς μὲν χρῶνται γάλακτι καὶ μέλιτι καὶ κρέασι, δαψιλῶς πάντα ταῦτα παρεχομένης τῆς χώρας, τὰ δὲ πρὸς ἀλλήλους βιοῦσιν ἐπιεικῶς καὶ δικαίως παρὰ πάντας σχεδὸν τοὺς ἄλλους βαρβάρους·
一方、現地の住民は、土地がこれらすべてを豊富に提供しているため、牛乳や蜂蜜、肉を食物として用いており、お互いに対する生活においては、他のほぼすべての野蛮人たちに比べても温厚かつ公正に暮らしている。
τά τε γὰρ κατὰ τὴν ὀρεινὴν ἐν τοῖς δένδρεσιν εὑρισκόμενα κηρία τῶν πρώτων εὑρισκόντων ἐστί, μηδενὸς ἀμφισβητοῦντος, τά τε πρόβατα σημείοις διειλημμένα, κἂν μηδεὶς φυλάττῃ, σώζεται τοῖς κεκτημένοις, ἔν τε ταῖς ἄλλαις ταῖς ἐν τῷ βίῳ κατὰ μέρος οἰκονομίαις θαυμαστῶς προτιμῶσι τὸ δικαιοπραγεῖν.
というのも、山地で木々の中に見出される蜜蜂の巣は、誰も異議を唱えることなく、最初に見つけた者たちのものとなり、また、目印で区別された羊は、たとえ誰も番をしていなくとも、その所有者たちのために安全に保たれ、生活における他の個別的な営みにおいても、彼らは驚くほど公正に行動することを重んじているからである。
§5.14.2παραδοξότατον δʼ ἐστὶ τὸ παρʼ αὐτοῖς γινόμενον κατὰ τὰς τῶν τέκνων γενέσεις·
彼らの間で行われていることで最も奇妙なのは、子供の誕生の際のことである。
ὅταν γὰρ ἡ γυνὴ τέκῃ, ταύτης μὲν οὐδεμία γίνεται περὶ τὴν λοχείαν ἐπιμέλεια, ὁ δʼ ἀνὴρ αὐτῆς ἀναπεσὼν ὡς νοσῶν λοχεύεται τακτὰς ἡμέρας, ὡς τοῦ σώματος αὐτῷ κακοπαθοῦντος·
すなわち、妻が出産するとき、彼女自身には産後の介抱は一切なされず、その夫が、病気であるかのように横たわり、自らの身体が苦痛を感じているかのように、定められた日数の間、産後の養生をするのである。
§5.14.3φύεται δὲ κατὰ τὴν νῆσον ταύτην καὶ πύξος πλείστη καὶ διάφορος, διʼ ἣν καὶ τὸ μέλι τὸ γινόμενον ἐν ταύτῃ παντελῶς γίνεται πικρόν.
また、この島にはツゲの木が極めて多く、また良質なものが自生しており、そのために、この島で採れる蜂蜜は完全に苦くなる。
κατοικοῦσι δʼ αὐτὴν βάρβαροι, τὴν διάλεκτον ἔχοντες ἐξηλλαγμένην καὶ δυσκατανόητον· τὸν δʼ ἀριθμὸν ὑπάρχουσιν ὑπὲρ τοὺς τρισμυρίους.
この島には野蛮人が居住しているが、彼らは異質で理解しがたい言語を話しており、その人口は三万人を超えている。