§5.1.1πάντων μὲν τῶν ἐν ταῖς ἀναγραφαῖς χρησίμων προνοητέον τοὺς ἱστορίαν συνταττομένους, μάλιστα δὲ τῆς κατὰ μέρος οἰκονομίας.
歴史を編纂する者たちは、記述において有益なすべての事柄に配慮しなければならないが、とりわけ、個々の部分の配置に配慮しなければならない。
αὕτη γὰρ οὐ μόνον ἐν τοῖς ἰδιωτικοῖς βίοις πολλὰ συμβάλλεται πρὸς διαμονὴν καὶ αὔξησιν τῆς οὐσίας, ἀλλὰ καὶ κατὰ τὰς ἱστορίας οὐκ ὀλίγα ποιεῖ προτερήματα τοῖς συγγραφεῦσιν.
なぜなら、この配置というものは、個人生活において財産の維持と増加に大いに貢献するだけでなく、歴史記述においても、歴史家たちに少なからぬ利点をもたらすからである。
§5.1.2ἔνιοι δὲ καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὴν πολυπειρίαν τῶν ἀναγραφομένων πράξεων ἐπαινούμενοι δικαίως, ἐν τῷ κατὰ τὴν οἰκονομίαν χειρισμῷ διήμαρτον, ὥστε τοὺς μὲν πόνους καὶ τὴν ἐπιμέλειαν αὐτῶν ἀποδοχῆς τυγχάνειν παρὰ τοῖς ἀναγινώσκουσι, τὴν δὲ τάξιν τῶν ἀναγεγραμμένων δικαίας τυγχάνειν ἐπιτιμήσεως.
というのも、ある人々は文体の点でも、記録された事績の博識の点でも正当に称賛されながらも、配置の扱いにおいては失敗しており、その結果、彼らの労苦と入念さは読者から歓迎されるものの、記録された事柄の順序は正当な非難を受けることになっている。
§5.1.3Τίμαιος μὲν οὖν μεγίστην πρόνοιαν πεποιημένος τῆς τῶν χρόνων ἀκριβείας καὶ τῆς πολυπειρίας πεφροντικώς, διὰ τὰς ἀκαίρους καὶ μακρὰς ἐπιτιμήσεις εὐλόγως διαβάλλεται, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἐπιτιμήσεως Ἐπιτίμαιος ὑπό τινων ὠνομάσθη.
さて、ティマイオスは年代の正確さに最大の配慮を払い、また博識に心を砕いたものの、不適切で長々しい非難のゆえに当然のごとく非難されており、その非難の過度さのゆえに、ある人々からはエピティマイオスと名付けられた。
§5.1.4Ἔφορος δὲ τὰς κοινὰς πράξεις ἀναγράφων οὐ μόνον κατὰ τὴν λέξιν, ἀλλὰ καὶ κατὰ τὴν οἰκονομίαν ἐπιτέτευχε·
これに対してエポロスは、共通の出来事を記録するにあたって、文体においてだけでなく、配置においても成功を収めた。
τῶν γὰρ βίβλων ἑκάστην πεποίηκε περιέχειν κατὰ γένος τὰς πράξεις.
というのも、彼は諸巻のそれぞれが、主題ごとに関連する出来事を含むようにしたからである。
διόπερ καὶ ἡμεῖς τοῦτο τὸ γένος τοῦ χειρισμοῦ προκρίναντες, κατὰ τὸ δυνατὸν ἀντεχόμεθα ταύτης τῆς προαιρέσεως.
それゆえ私たちも、この種の手法をより好ましいものとして選択し、可能な限りこの基本方針を堅持している。