Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.83.1-4.83.7

埃律克斯与埃律克斯山阿佛洛狄忒神庙的历史

第 319 段,共 406 段 · 希腊语

内容简介

继阿里斯泰乌斯之后,作者介绍了埃律克斯以及埃律克斯山阿佛洛狄忒神庙的起源,详细叙述了该圣所在历史上如何持续受到西卡尼人、迦太基人、特别是罗马人的非凡尊崇。

§4.83.1καὶ περὶ μὲν Ἀρισταίου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ Δάφνιδος καὶ Ἔρυκος πειρασόμεθα διεθεῖν.
关于阿里斯泰乌斯,我们对已说过的感到满足,而关于达芙尼斯和埃律克斯,我们将试图进行论述。
Ἔρυκά φασιν υἱὸν μὲν γενέσθαι Ἀφροδίτης καὶ Βούτα, βασιλέως τινὸς ἐγχωρίου δόξῃ διαφέροντος· τοῦτον δὲ διὰ τὴν ἀπὸ τῆς μητρὸς εὐγένειαν θαυμασθῆναί τε ὑπὸ τῶν ἐγχωρίων καὶ βασιλεῦσαι μέρους τῆς νήσου.
据说埃律克斯是阿佛洛狄忒和布塔斯(一位在名望上出众的当地国王)之子;由于他母亲那一方的高贵出身,他受到当地人的钦佩,并统治了该岛的一部分。
κτίσαι δὲ καὶ πόλιν ἀξιόλογον ὁμώνυμον αὑτῷ, κειμένην ἐπί τινος ὑψηλοῦ τόπου· κατὰ δὲ τὴν ἄκραν τὴν ἐν τῇ πόλει τῆς μητρὸς ἱερὸν ἱδρύσασθαι, καὶ κοσμῆσαι τῇ τε κατασκευῇ τοῦ νεὼ καὶ τῷ πλήθει τῶν ἀναθημάτων.
他还建立了一座以他自己命名的值得瞩目的城市,坐落于某处高地上;并在城内的卫城上为他的母亲建立了一座神庙,以神殿的建筑结构和大量的奉献物来装点它。
§4.83.2τὴν δὲ θεὸν διά τε τὴν ἀπὸ τῶν ἐγχωρίων εὐσέβειαν καὶ διὰ τὴν ἀπὸ τοῦ τεκνωθέντος υἱοῦ τιμὴν ἀγαπῆσαι περιττότερον τὴν πόλιν· διόπερ αὐτὴν Ἀφροδίτην Ἐρυκίνην ὀνομασθῆναι.
而女神因为当地人的虔敬以及她所生的儿子对她的尊崇,格外喜爱这座城市;因此,她自己被称为埃律克斯的阿佛洛狄忒。
θαυμάσαι δʼ ἄν τις εἰκότως ἀναλογισάμενος τὴν περὶ τὸ ἱερὸν τοῦτο γενομένην δόξαν· §4.83.3τὰ μὲν γὰρ ἄλλα τεμένη ἀνθήσαντα ταῖς δόξαις πολλάκις διὰ περιστάσεις τινὰς τεταπείνωται, μόνον δὲ τοῦτο τῶν ἐξ αἰῶνος ἀρχὴν λαβὸν οὐδέποτε διέλιπε τιμώμενον, ἀλλὰ καὶ τοὐναντίον ἀεὶ διετέλεσε πολλῆς τυγχάνον αὐξήσεως.
若考虑到围绕这座神庙所产生的声望,人们自然会感到惊叹:因为其他圣所虽然名声显赫,却往往因某些境遇而衰落,唯独这一处自古以来肇始的神庙,从未停止受到尊崇,反而始终不断获得极大的兴盛。
§4.83.4μετὰ γὰρ τὰς προειρημένας ὑπʼ Ἔρυκος τιμὰς ὕστερον Αἰνείας ὁ Ἀφροδίτης πλέων εἰς Ἰταλίαν καὶ προσορμισθεὶς τῇ νήσῳ πολλοῖς ἀναθήμασι τὸ ἱερόν, ὡς ἂν ἰδίας μητρὸς ὑπάρχον, ἐκόσμησε· μετὰ δὲ τοῦτον ἐπὶ πολλὰς γενεὰς τιμῶντες οἱ Σικανοὶ τὴν θεὸν θυσίαις τε μεγαλοπρεπέσι συνεχῶς καὶ ἀναθήμασιν ἐκόσμουν· μετὰ δὲ ταῦτα Καρχηδόνιοι, μέρους τῆς Σικελίας κυριεύσαντες, οὐ διέλιπον τιμῶντες τὴν θεὸν διαφερόντως.
因为在埃律克斯施予前述的尊崇之后,后来阿佛洛狄忒之子埃涅阿斯在乘船前往意大利时,在此岛靠岸,因其属于他自己的母亲,便用许多奉献物装点了这座神庙;在此之后,西卡尼人历经数代崇敬这位女神,不断以隆重的祭祀和奉献物装点它;在此之后,占领了西西里一部分的迦太基人,也从未停止对这位女神施以非同寻常的崇敬。
τὸ δὲ τελευταῖον Ῥωμαῖοι, πάσης Σικελίας κρατήσαντες, ὑπερεβάλοντο πάντας τοὺς πρὸ αὐτῶν ταῖς εἰς ταύτην τιμαῖς.
最后,征服了整个西西里的罗马人,在对她的尊崇上超越了此前所有的先辈。
§4.83.5καὶ τοῦτο εἰκότως ἐποίουν· τὸ γὰρ γένος εἰς ταύτην ἀναπέμποντες, καὶ διὰ τοῦτο ἐν ταῖς πράξεσιν ἐπιτυχεῖς ὄντες, τὴν αἰτίαν τῆς αὐξήσεως ἠμείβοντο ταῖς προσηκούσαις χάρισι καὶ τιμαῖς.
他们这样做也是理所当然的;因为他们将自己的族系追溯到她,并因此在各项事业中获得成功,他们便以应有的感激和尊崇来报答他们强盛的源头。
§4.83.6οἱ μὲν γὰρ καταντῶντες εἰς τὴν νῆσον ὕπατοι καὶ στρατηγοὶ καὶ πάντες οἱ μετά τινος ἐξουσίας ἐπιδημοῦντες, ἐπειδὰν εἰς τὸν Ἔρυκα παραβάλωσι, μεγαλοπρεπέσι θυσίαις καὶ τιμαῖς κοσμοῦσι τὸ τέμενος, καὶ τὸ σκυθρωπὸν τῆς ἐξουσίας ἀποθέμενοι μεταβάλλουσιν εἰς παιδιὰς καὶ γυναικῶν ὁμιλίας μετὰ πολλῆς ἱλαρότητος, μόνως οὕτω νομίζοντες κεχαρισμένην τῇ θεῷ ποιήσειν τὴν ἑαυτῶν παρουσίαν· §4.83.7ἥ τε σύγκλητος τῶν Ῥωμαίων εἰς τὰς τῆς θεοῦ τιμὰς φιλοτιμηθεῖσα τὰς μὲν πιστοτάτας τῶν κατὰ τὴν Σικελίαν πόλεων οὔσας ἑπτακαίδεκα χρυσοφορεῖν ἐδογμάτισε τῇ Ἀφροδίτῃ καὶ στρατιώτας διακοσίους τηρεῖν τὸ ἱερόν.
因为抵达该岛的执政官和将领以及所有带着某种权力驻留的人,每当他们造访埃律克斯,都会以隆重的祭祀和礼敬来装点这处圣所,并且脱下他们严肃的权力外衣,伴随着极大的欢愉,转向嬉戏和与妇女的交往,因为他们认为只有这样,才能使他们自己的到来博得女神的欢心;罗马元老院也在对女神的尊崇上展现出热忱,裁定西西里城市中最忠诚的十七座城市应当向阿佛洛狄忒献纳金饰,并派两百名士兵守卫神庙。
καὶ περὶ μὲν Ἐρυκος εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν οἰκείαν πεποιήμεθα τὴν περὶ τῆς θεᾶς
至于埃律克斯,即使我们有些过于冗长,但至少已经使关于这位女神的[记述]变得得体。

词汇与语法注释

  1. 4.83.1διεθεῖν — 手稿中所见的 διεθεῖν 极可能是 διελθεῖν(或表示“叙述”的 διηγεῖσθαι)的抄写错误或变体,根据上下文,在此译为“详细讨论/论述”。
  2. 4.83.4ὡς ἂν ἰδίας μητρὸς ὑπάρχον — ὡς 遮蔽词与中性分词 ὑπάρχον(与主句宾语 τὸ ἱερόν 一致)相结合,表示主观原因或条件性假设:“仿佛[该圣所]属于他自己的母亲一样”。
  3. 4.83.7χρυσοφορεῖν — 字面意思是“佩戴黄金”,但在这种历史和行政语境中,它意味着西西里最忠诚的城市被下令向阿佛洛狄忒神庙“奉献金冠”或“缴纳黄金税”。
  4. 4.83.7τὴν περὶ τῆς θεᾶς — 该处的原文在 τὴν περὶ τῆς θεᾶς 处突然中断,原本在此处应该补上像 διήγησιν(叙述、记述)这样的名词。译文中结合上下文将其处理为“关于这位女神的[记述]”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.83.1-4.83.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.83.1-4.83.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。