§4.82.1τὸν δʼ Ἀρισταῖόν φασιμετὰ τὴν Ἀκτέωνος τελευτὴν ἐλθεῖν εἰς τὸ χρηστήριον τοῦ πατρός, καὶ τὸν Ἀπόλλω προειπεῖν αὐτῷ τὴν εἰς Κέων νῆσον μετάβασιν ἐσομένην αὐτοῦ καὶ τὰς ἐσομένας παρὰ τοῖς Κείοις τιμάς.
据说,在阿克泰翁死后,阿里斯泰乌斯前往他父亲的启示所,阿波罗向他预言,他将迁移到凯奥斯岛,以及他将在凯奥斯人中获得的荣光。
§4.82.2τὸν δὲ πλεῦσαι μὲν εἰς τὴν νῆσον ταύτην, λοιμοῦ δὲ τὴν Ἑλλάδα κατασχόντος ποιήσασθαι τὴν θυσίαν ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων.
\n 他便乘船前往该岛,当时瘟疫席卷了整个希腊,他为所有的希腊人举行了祭祀。
γενομένης δὲ τῆς θυσίας κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, καθʼ ἣν συνέβαινε πνεῖν τοὺς ἐτησίας, λῆξαι τὰς λοιμικὰς νόσους.
当祭祀在天狼星升起时进行时,此时恰逢季风开始吹拂,瘟疫因此平息。
§4.82.3τοῦτο δʼ ἄν τις συλλογιζόμενος εἰκότως θαυμάσαι τὸ τῆς περιπετείας ἴδιον· ὁ γὰρ ὑπὸ τῶν κυνῶν ἰδὼν τὸν υἱὸν τετελευτηκότα, οὗτος τῶν κατὰ τὸν οὐρανὸν ἄστρων τὸ τὴν αὐτὴν ἔχον προσηγορίαν καὶ φθείρειν νομιζόμενον τοὺς ἀνθρώπους ἔπαυσε, καὶ τοῖς ἄλλοις αἴτιος ἐγένετο τῆς σωτηρίας.
\n 思考这件事,人们自然会惊叹于这命运转变的奇异之处:因为那位曾目睹自己儿子被猎犬撕碎的父亲,正是他,平息了天空中那颗拥有相同名称且被认为会毁灭人类的星辰,并成为了其他人获得救赎的原因。
§4.82.4λέγουσι δὲ τὸν Ἀρισταῖον ἐκγόνους ἐν τῇ Κέῳ καταλιπόντα, καὶ μετὰ ταῦτα εἰς τὴν Λιβύην ἐπανελθόντα, ἀπὸ τῆς μητρὸς Νύμφης τὴν ἀναγωγὴν ποιησάμενον εἰς τὴν Σαρδὼ νῆσον καταπλεῦσαι.
\n 据说阿里斯泰乌斯在凯奥斯留下了后代,之后返回利比亚,从他母亲宁芙的所在地启航,驶向萨尔多岛。
ἐν δὲ ταύτῃ κατοικήσαντα, καὶ τὴν νῆσον διὰ τὸ κάλλος στέρξαντα, φυτεῦσαί τε αὐτὴν καὶ τὸ πρότερον ἐξηγριωμένην ἡμερῶσαι.
他在那里定居,因其美丽而爱上该岛,并在岛上种植,使先前荒芜的土地变得温顺开垦。
γεννῆσαι δʼ ἐν αὐτῇ δύο παῖδας, Χάρμον καὶ Καλλίκαρπον.
他在那里生下了两个儿子,查莫斯和卡利卡波斯。
§4.82.5μετὰ δὲ ταῦτα ἄλλας τε νήσους ἐπελθεῖν καὶ κατὰ τὴν Σικελίαν διατρῖψαί τινα χρόνον, διὰ δὲ τὴν ἀφθονίαν τῶν ἐν τῇ νήσῳ καρπῶν καὶ τὸ πλῆθος τῶν ἐν αὐτῇ βοσκομένων κτηνῶν φιλοτιμηθῆναι τοῖς ἐγχωρίοις ἐνδείξασθαι τὰς ἰδίας εὐεργεσίας.
\n 此后,他游历了其他岛屿,并在西西里停留了一段时间,由于该岛果实丰盈、牧群繁多,他热切地向当地居民展示自己的恩惠。
διὸ καὶ παρὰ τοῖς κατὰ τὴν Σικελίαν οἰκοῦσι διαφερόντως φασὶ τιμηθῆναι τὸν Ἀρισταῖον ὡς θεόν, καὶ μάλισθʼ ὑπὸ τῶν συγκομιζόντων τὸν τῆς ἐλαίας καρπόν.
因此,在西西里的居民中,据说阿里斯泰乌斯受到特别尊崇,被奉若神明,尤其是那些收获橄榄果实的人。
§4.82.6τὸ δὲ τελευταῖον μυθολογοῦσιν αὐτὸν εἰς Θρᾴκην παραβαλόντα πρὸς Διόνυσον μετασχεῖν τῶν ὀργίων, καὶ συνδιατρίψαντα τῷ θεῷ πολλὰ μαθεῖν παρʼ αὐτοῦ τῶν χρησίμων· περὶ δὲ τὸ ὄρος τὸ καλούμενον Αἷμον οἰκήσαντά τινα χρόνον ἄφαντον γενέσθαι, καὶ τυχεῖν ἀθανάτων τιμῶν οὐ μόνον ἐνταῦθα παρὰ τοῖς βαρβάροις, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι.
\n 最后,他们传说他来到色雷斯,拜访了狄奥尼索斯并参与了他的秘仪,在与神相处的过程中,从他那里学到了许多有益的事物;在被称为海莫斯的山附近居住了一段时间后,他便消失了,不仅在当地的蛮族中,而且在希腊人中也获得了永恒的荣光。