Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.82.1-4.82.6

アリスタイオスの諸国巡歴と神格化

318 / 406 箇所 · ギリシア語

要旨

アリスタイオスはアクタイオンの死後、ケア島へ渡ってシリウス星の災厄を鎮め、さらにサルド島、シケリア、トラキアを巡って人々に様々な技術や恩恵をもたらした後、神として不滅の栄誉を得た。

§4.82.1τὸν δʼ Ἀρισταῖόν φασιμετὰ τὴν Ἀκτέωνος τελευτὴν ἐλθεῖν εἰς τὸ χρηστήριον τοῦ πατρός, καὶ τὸν Ἀπόλλω προειπεῖν αὐτῷ τὴν εἰς Κέων νῆσον μετάβασιν ἐσομένην αὐτοῦ καὶ τὰς ἐσομένας παρὰ τοῖς Κείοις τιμάς.
人々は、アリスタイオスがアクタイオンの死の後、父の託宣所へと赴き、アポロンが彼に対して、彼がケア島へ移住することになること、およびケア島の人々の間で与えられることになる栄誉について予言したと言う。
§4.82.2τὸν δὲ πλεῦσαι μὲν εἰς τὴν νῆσον ταύτην, λοιμοῦ δὲ τὴν Ἑλλάδα κατασχόντος ποιήσασθαι τὴν θυσίαν ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων.
\n 彼はこの島へ船で渡ったが、疫病がギリシアを襲っていたので、全ギリシア人のために犠牲を捧げた。
γενομένης δὲ τῆς θυσίας κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, καθʼ ἣν συνέβαινε πνεῖν τοὺς ἐτησίας, λῆξαι τὰς λοιμικὰς νόσους.
そして犠牲がシリウス星の日の出と同時の昇起の時に捧げられると、その時季節風が吹くことになっていたのであるが、疫病は終息した。
§4.82.3τοῦτο δʼ ἄν τις συλλογιζόμενος εἰκότως θαυμάσαι τὸ τῆς περιπετείας ἴδιον·
\n このことを熟考するなら、人はこの奇妙な巡り合わせに当然ながら驚嘆するであろう。
ὁ γὰρ ὑπὸ τῶν κυνῶν ἰδὼν τὸν υἱὸν τετελευτηκότα, οὗτος τῶν κατὰ τὸν οὐρανὸν ἄστρων τὸ τὴν αὐτὴν ἔχον προσηγορίαν καὶ φθείρειν νομιζόμενον τοὺς ἀνθρώπους ἔπαυσε, καὶ τοῖς ἄλλοις αἴτιος ἐγένετο τῆς σωτηρίας.
というのも、猟犬によって自分の息子が死んだのを目にしたあの男が、天の星々のうちでそれと同じ名称を持ち、人間を破滅させると信じられていた星を静め、他の人々にとって救済をもたらす原因となったからである。
§4.82.4λέγουσι δὲ τὸν Ἀρισταῖον ἐκγόνους ἐν τῇ Κέῳ καταλιπόντα, καὶ μετὰ ταῦτα εἰς τὴν Λιβύην ἐπανελθόντα, ἀπὸ τῆς μητρὸς Νύμφης τὴν ἀναγωγὴν ποιησάμενον εἰς τὴν Σαρδὼ νῆσον καταπλεῦσαι.
\n 人々は、アリスタイオスがケア島に子孫を残し、その後リビュアに帰還して、母であるニンフのところから船出し、サルド島へと船で渡ったと言う。
ἐν δὲ ταύτῃ κατοικήσαντα, καὶ τὴν νῆσον διὰ τὸ κάλλος στέρξαντα, φυτεῦσαί τε αὐτὴν καὶ τὸ πρότερον ἐξηγριωμένην ἡμερῶσαι.
そしてこの島に定住し、その美しさのゆえにこの島を愛し、植物を植え、かつては荒れ果てていた地を開墾した。
γεννῆσαι δʼ ἐν αὐτῇ δύο παῖδας, Χάρμον καὶ Καλλίκαρπον.
また、この島で二人の息子、カルモスとカッリカルポスをもうけた。
§4.82.5μετὰ δὲ ταῦτα ἄλλας τε νήσους ἐπελθεῖν καὶ κατὰ τὴν Σικελίαν διατρῖψαί τινα χρόνον, διὰ δὲ τὴν ἀφθονίαν τῶν ἐν τῇ νήσῳ καρπῶν καὶ τὸ πλῆθος τῶν ἐν αὐτῇ βοσκομένων κτηνῶν φιλοτιμηθῆναι τοῖς ἐγχωρίοις ἐνδείξασθαι τὰς ἰδίας εὐεργεσίας.
\n その後、彼は他の島々をも訪れ、シケリアにしばらく滞在したが、その島における果実の豊かさと、そこで飼育されている家畜の多さのゆえに、現地の人々に自らの恩恵を示すことに熱意を傾けた。
διὸ καὶ παρὰ τοῖς κατὰ τὴν Σικελίαν οἰκοῦσι διαφερόντως φασὶ τιμηθῆναι τὸν Ἀρισταῖον ὡς θεόν, καὶ μάλισθʼ ὑπὸ τῶν συγκομιζόντων τὸν τῆς ἐλαίας καρπόν.
それゆえ、シケリアに住む人々の間でも、アリスタイオスはとりわけ神のように崇められたと言われており、特にオリーブの果実を収穫する人々によってそうされた。
§4.82.6τὸ δὲ τελευταῖον μυθολογοῦσιν αὐτὸν εἰς Θρᾴκην παραβαλόντα πρὸς Διόνυσον μετασχεῖν τῶν ὀργίων, καὶ συνδιατρίψαντα τῷ θεῷ πολλὰ μαθεῖν παρʼ αὐτοῦ τῶν χρησίμων·
\n そして最後に人々は、彼がトラキアに到着してディオニュソスのもとに行き、その秘儀に参入したと語る。
περὶ δὲ τὸ ὄρος τὸ καλούμενον Αἷμον οἰκήσαντά τινα χρόνον ἄφαντον γενέσθαι, καὶ τυχεῖν ἀθανάτων τιμῶν οὐ μόνον ἐνταῦθα παρὰ τοῖς βαρβάροις, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι.
そして神とともに過ごす中で、彼から多くの有益なことを学び、ハイモスと呼ばれる山の周辺にしばらく住んだのち、姿を消し、そこでの異民族たちの間だけでなく、ギリシア人の間でも不滅の栄誉を得た。

語釈・文法注

  1. §4.82.3ἄν τις συλλογιζόμενος εἰκότως θαυμάσαι — 助詞 ἄν とアオリスト希求法(θαυμάσαι)の結合により、潜在・可能性(「〜するであろう」)を表す。分詞 συλλογιζόμενος は、条件節(「もし熟考するならば」)の役割を果たしている。
  2. §4.82.3ὁ γὰρ ὑπὸ τῶν κυνῶν ἰδὼν τὸν υἱὸν τετελευτηκότα, οὗτος — 主語となる分詞節(ὁ ... ἰδὼν)が、直後の主節において指示代名詞 οὗτος により主格で再度受け直されており、主格の懸垂構造(anacoluthon)を形成している。これは、アクタイオンを殺した「猟犬たち(κύνες)」と、彼が鎮めた天空の「犬星(κύων / シリウス)」という、同じ語根を持つ名称を通じた皮肉な対比(τὸ τῆς περιπετείας ἴδιον)を際立たせる効果を持つ。
  3. §4.82.5φιλοτιμηθῆναι — 「〜することに熱意を燃やす」「〜を誇りとする」を意味する動詞 φιλοτιμέομαι の不定詞形。ここでは対格不定詞構文(主体は Aristaeus)の主動詞として機能し、後に続く不定詞 ἐνδείξασθαι(示すこと)を伴い、現地の人々に恩恵を伝える彼の強い意志を示している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.82.1-4.82.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.82.1-4.82.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。