§4.8.1οὐκ ἀγνοῶ δʼ ὅτι πολλὰ δύσχρηστα συμβαίνει τοῖς ἱστοροῦσι τὰς παλαιὰς μυθολογίας, καὶ μάλιστα τὰς περὶ Ἡρακλέους.
我并非不知道,对于那些记述古代神话,特别是关于赫拉克勒斯神话的人来说,会遇到许多困难。
τῷ μὲν γὰρ μεγέθει τῶν κατεργασθέντων ὁμολογουμένως οὗτος παραδέδοται πάντας τοὺς ἐξ αἰῶνος ὑπερᾶραι τῇ μνήμῃ παραδοθέντας· δυσέφικτον οὖν ἐστι τὸ κατὰ τὴν ἀξίαν ἕκαστον τῶν πραχθέντων ἀπαγγεῖλαι καὶ τὸν λόγον ἐξισῶσαι τοῖς τηλικούτοις ἔργοις, οἷς διὰ τὸ μέγεθος ἔπαθλον ἦν ἡ ἀθανασία.
因为在所成就功绩的伟大程度上,公认这个人被传颂为超越了有史以来所有留在记忆中的人;因此,要按照其应有的价值来叙述每一件所做的事,并使言语能与如此伟大的业绩相称,是难以企及的,而由于这些业绩的伟大,不死成为了它们的奖赏。
§4.8.2διὰ δὲ τὴν παλαιότητα καὶ τὸ παράδοξον τῶν ἱστορουμένων παρὰ πολλοῖς ἀπιστουμένων τῶν μύθων, ἀναγκαῖον ἢ παραλιπόντας τὰ μέγιστα τῶν πραχθέντων καθαιρεῖν τι τῆς τοῦ θεοῦ δόξης ἢ πάντα διεξιόντας τὴν ἱστορίαν ποιεῖν ἀπιστουμένην.
但由于所记述事件的古老和不可思议,在神话被许多人怀疑的情况下,要么省略所做之事中最伟大的部分,从而贬损这位神明的部分荣耀,要么详述一切,从而使这段历史不被相信,这两者必居其一。
§4.8.3ἔνιοι γὰρ τῶν ἀναγινωσκόντων οὐ δικαίᾳ χρώμενοι κρίσει τἀκριβὲς ἐπιζητοῦσιν ἐν ταῖς ἀρχαίαις μυθολογίαις ἐπʼ ἴσης τοῖς πραττομένοις ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις, καὶ τὰ δισταζόμενα τῶν ἔργων διὰ τὸ μέγεθος ἐκ τοῦ καθʼ αὑτοὺς βίου τεκμαιρόμενοι, τὴν Ἡρακλέους δύναμιν ἐκ τῆς ἀσθενείας τῶν νῦν ἀνθρώπων θεωροῦσιν, ὥστε διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους τῶν ἔργων ἀπιστεῖσθαι τὴν γραφήν.
因为有些读者没有使用公正的判断,在古代神话中追求与我们这个时代所做之事同等程度的严密精确,并根据他们自己的生活来推测因伟大而令人怀疑的功绩,从今天人类的软弱中去审视赫拉克勒斯的力量,以至于由于业绩之伟大的超乎寻常,其记载便不被相信。
§4.8.4καθόλου μὲν γὰρ ἐν ταῖς μυθολογουμέναις ἱστορίαις οὐκ ἐκ παντὸς τρόπου πικρῶς τὴν ἀλήθειαν ἐξεταστέον.
因为总的来说,在神话化的历史中,不应当在方方面面都严苛地审视其真实性。
καὶ γὰρ ἐν τοῖς θεάτροις, πεπεισμένοι μήτε Κενταύρους διφυεῖς ἐξ ἑτερογενῶν σωμάτων ὑπάρξαι μήτε Γηρυόνην τρισώματον, ὅμως προσδεχόμεθα τὰς τοιαύτας μυθολογίας, καὶ ταῖς ἐπισημασίαις συναύξομεν τὴν τοῦ θεοῦ τιμήν.
事实上,即使在剧场里,尽管我们确信既不存在由异质身体构成的双重性质的人马,也不存在三身体的革律翁,但我们仍然接受这样的神话,并通过喝彩共同增加对神明的敬意。
§4.8.5καὶ γὰρ ἄτοπον Ἡρακλέα μὲν ἔτι κατʼ ἀνθρώπους ὄντα τοῖς ἰδίοις πόνοις ἐξημερῶσαι τὴν οἰκουμένην, τοὺς δʼ ἀνθρώπους ἐπιλαθομένους τῆς κοινῆς εὐεργεσίας συκοφαντεῖν τὸν ἐπὶ τοῖς καλλίστοις ἔργοις ἔπαινον, καὶ τοὺς μὲν προγόνους διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς ὁμολογουμένην αὐτῷ συγχωρῆσαι τὴν ἀθανασίαν, ἡμᾶς δὲ πρὸς τὸν θεὸν μηδὲ τὴν πατροπαράδοτον εὐσέβειαν διαφυλάττειν.
因为实在荒谬的是,当赫拉克勒斯还在人间时,通过他自己的辛劳开辟了有人居住的世界,而人们却忘记了这共同的恩惠,对最美业绩的称赞进行不公的诋毁;而先辈们因他德行的无比崇高而一致同意赋予他永生,我们却对这位神明连祖传的敬虔都不予坚守。
ἀλλὰ γὰρ τῶν τοιούτων λόγων ἀφέμενοι διέξιμεν αὐτοῦ τὰς πράξεις ἀπʼ ἀρχῆς ἀκολούθως τοῖς παλαιοτάτοις τῶν ποιητῶν τε καὶ μυθολόγων.
然而,我们且搁置此类言论,将根据最古老的诗人和神话作家,从头开始按顺序叙述他的伟业。