Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.7.1-4.7.4

九位缪斯女神的起源姓名释义与司掌

第 243 段,共 406 段 · 希腊语

内容简介

阐述缪斯女神的谱系、人数及各自管辖的领域,详细探讨了九位缪斯名字的词源释义,并宣告将话题转入赫拉克勒斯的伟业。

§4.7.1περὶ δὲ τῶν Μουσῶν, ἐπειδήπερ ἐμνήσθημεν ἐν ταῖς τοῦ Διονύσου πράξεσιν, οἰκεῖον ἂν εἴη διελθεῖν ἐν κεφαλαίοις.
至于缪斯女神们,既然我们在狄奥尼索斯的伟业中提到了她们,那么在这里作一个简要的阐述将是适宜的。
ταύτας γὰρ οἱ πλεῖστοι τῶν μυθογράφων καὶ μάλιστα δεδοκιμασμένοι φασὶ θυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης· ὀλίγοι δὲ τῶν ποιητῶν, ἐν οἷς ἐστι καὶ Ἀλκμάν, θυγατέρας ἀποφαίνονται Οὐρανοῦ καὶ Γῆς.
大多数神话作家,尤其是最受推崇的那些人,都说她们是宙斯和摩涅莫辛涅的女儿;但少数诗人(其中也包括阿尔克曼)则宣称她们是乌拉诺斯和盖亚的女儿。
§4.7.2ὁμοίως δὲ καὶ κατὰ τὸν ἀριθμὸν διαφωνοῦσιν·
同样地,关于她们的人数,人们也有分歧。
οἱ μὲν γὰρ τρεῖς λέγουσιν, οἱ δʼ ἐννέα, καὶ κεκράτηκεν ὁ τῶν ἐννέα ἀριθμὸς ὑπὸ τῶν ἐπιφανεστάτων ἀνδρῶν βεβαιούμενος, λέγω δὲ Ὁμήρου τε καὶ Ἡσιόδου καὶ τῶν ἄλλων τῶν τοιούτων.
有些人说是三位,另一些人说是九位,而九位这一数字已经占据了统治地位,并得到了最杰出人物的证实,我指的是荷马、赫西俄德以及其他此类人物。
Ὅμηρος μὲν γὰρ λέγει "Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ· " Ησίοδος δὲ καὶ τὰ ὀνόματα αὐτῶν ἀποφαίνεται λέγων "Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε Καλλιόπη θʼ, ἥ σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
因为荷马说道: “九位缪斯女神全都以美妙的声音交替歌唱;” 赫西俄德也宣布了她们的名字,说道: “克利俄、欧特碧、塔利亚和梅尔波梅涅,忒普西科雷、埃拉托、波吕许姆尼亚和乌拉尼亚,以及卡利俄佩,她是她们所有人中最杰出的。
" §4.7.3τούτων δʼ ἑκάστῃ προσάπτουσι τὰς οἰκείας διαθέσεις τῶν περὶ μουσικὴν ἐπιτηδευμάτων, οἷον ποιητικήν, μελῳδίαν, ὀρχήσεις καὶ χορείας, ἀστρολογίαν τε καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων.
” 人们将音乐相关行业的各种具体职能分配给她们中的每一位,例如诗歌、旋律、舞蹈与合唱、天文学以及其他行业。
παρθένους δʼ αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσι διὰ τὸ τὰς κατὰ τὴν παιδείαν ἀρετὰς ἀφθόρους δοκεῖν εἶναι.
大多数传说认为她们是处女,因为因教育而获得的德行被认为是不可玷污的。
§4.7.4Μούσας δʼ αὐτὰς ὠνομάσθαι ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δʼ ἐστὶν ἀπὸ τοῦ διδάσκειν τὰ καλὰ καὶ συμφέροντα καὶ ὑπὸ τῶν ἀπαιδεύτων ἀγνοούμενα.
人们还说,缪斯这一名称源于对人们的启迪,这就是指教授那些不为未受教育者所知的、美好且有益的事物。
ἑκάστῃ δὲ προσηγορίᾳ τὸν οἰκεῖον λόγον ἀπονέμοντές φασιν ὠνομάσθαι τὴν μὲν Κλειὼ διὰ τὸ τὸν ἐκ τῆς ποιήσεως τῶν ἐγκωμιαζομένων ἔπαινον μέγα κλέος περιποιεῖν τοῖς ἐπαινουμένοις, Εὐτέρπην δʼ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροωμένους τοῖς ἀπὸ τῆς παιδείας ἀγαθοῖς, Θάλειαν δʼ ἀπὸ τοῦ θάλλειν ἐπὶ πολλοὺς χρόνους τοὺς διὰ τῶν ποιημάτων ἐγκωμιαζομένους, Μελπομένην δʼ ἀπὸ τῆς μελῳδίας, διʼ ἧς τοὺς ἀκούοντας ψυχαγωγεῖσθαι, Τερψιχόρην δʼ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροατὰς τοῖς ἐκ παιδείας περιγινομένοις ἀγαθοῖς, Ἐρατὼ δʼ ἀπὸ τοῦ τοὺς παιδευθέντας ποθεινοὺς καὶ ἐπεράστους ἀποτελεῖν, Πολύμνιαν δʼ ἀπὸ τοῦ διὰ πολλῆς ὑμνήσεως ἐπιφανεῖς κατασκευάζειν τοὺς διὰ τῶν ποιημάτων ἀπαθανατιζομένους τῇ δόξῃ, Οὐρανίαν δʼ ἀπὸ τοῦ τοὺς παιδευθέντας ὑπʼ αὐτῆς ἐξαίρεσθαι πρὸς οὐρανόν· τῇ γὰρ δόξῃ καὶ τοῖς φρονήμασι μετεωρίζεσθαι τὰς ψυχὰς εἰς ὕψος οὐράνιον· Καλλιόπην δʼ ἀπὸ τοῦ καλὴν ὄπα προΐεσθαι, τοῦτο δʼ ἐστὶ τῇ εὐεπείᾳ διάφορον οὖσαν ἀποδοχῆς τυγχάνειν ὑπο τῶν ἀκουόντων.
在给每一个称呼赋予相应的解释时,他们说:克利俄得名是因为对受赞美者的诗作所产生的赞美,给被赞美者带来了巨大的名声;欧特碧源于用教育带来的益处使听众感到愉悦;塔利亚源于使那些通过诗歌受到赞美的人长久地繁荣;梅尔波梅涅源于其旋律,听众的灵魂由此受到吸引;忒普西科雷源于用教育中获得的益处使听众感到愉悦;埃拉托源于使受过教育的人变得令人向往和可爱;波吕许姆尼亚源于通过许多歌颂,使那些通过诗歌而在名望中获得永生的人变得显赫;乌拉尼亚源于受她教育的人被提升到天空,因为灵魂会因名望和思想而升腾到天空的高度;卡利俄佩源于发出美妙的声音,这意味着她因辞藻优美而受到听众的欢迎。
τούτων δʼ ἡμῖν ἀρκούντως εἰρημένων μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς Ἡρακλέους πράξεις.
既然这些事情已经由我们作了充分的叙述,我们将把话题转到赫拉克勒斯的伟业上。

词汇与语法注释

  1. §4.7.1οἰκεῖον ἂν εἴη διελθεῖν — 潜在希求语气(ἂν εἴη)与不定式(διελθεῖν)连用,表示作者温和、委婉的断言(“阐述……将是适宜的”)。
  2. §4.7.4Μούσας δʼ αὐτὰς ὠνομάσθαι ἀπὸ τοῦ μυεῖν — 该句为对格加不定式结构,其中名词对格 Μούσας 是完成时被动不定式 ὠνομάσθαι 的逻辑主语。整个不定式从句作为间接陈述,依赖于语境中承前省略的“据说(φασίν)”。
  3. §4.7.4τὸν ἐκ τῆς ποιήσεως τῶν ἐγκωμιαζομένων ἔπαινον μέγα κλέος περιποιεῖν τοῖς ἐπαινουμένοις — 该句是受介词 διὰ 支配的冠词性不定式(περιποιεῖν)从句。介词短语 ἐκ τῆς ποιήσεως τῶν ἐγκωμιαζομένων 被嵌入在限定词 τὸν 及其所修饰的名词(作不定式逻辑主语的宾格名词)ἔπαινον 之间,形成了嵌套的离隔结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.7.1-4.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.7.1-4.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。