§4.70.1καὶ τελευτήσαντα τὴν τιμωρίαν ἔχειν αἰώνιον.
そして、死んだ後も永遠の罰を受けているのだという。
τοὺς δὲ Κενταύρους τινὲς μέν φασιν ἐν τῷ Πηλίῳ τραφῆναι ὑπὸ Νυμφῶν, ἀνδρωθέντας δὲ καὶ μιγέντας ἵπποις θηλείαις γεννῆσαι τοὺς ὀνομαζομένους διφυεῖς Ἱπποκενταύρους·
また、ケンタウロスたちについては、ある人々はペーリオン山でニュンペーたちに育てられ、成人したのち牝馬と交わって、いわゆる二つの身体をもつ「ヒッポケンタウロス」たちをもうけたのだと言う。
τινὲς δὲ λέγουσι τοὺς ἐκ Νεφέλης καὶ Ἰξίονος γεννηθέντας Κενταύρους πρώτους ἱππεύειν ἐπιχειρήσαντας Ἱπποκενταύρους ὠνομάσθαι καὶ εἰς πλάσμα μύθου καταταχθῆναι ὡς διφυεῖς ὄντας.
しかし別の人々は、ネペレーとイクシーオーンから生まれたケンタウロスたちが、初めて乗馬を試みたために「ヒッポケンタウロス」と名付けられ、彼らが二つの身体をもつかのように神話の創作の中に組み込まれたのだと語っている。
§4.70.2φασὶ δὲ τούτους ὡς συγγενεῖς ὑπάρχοντας ἀπαιτῆσαι τὸν Πειρίθουν τὸ μέρος τῆς πατρῴας ἀρχῆς·
さらに彼らは、親族であるという理由で、ペイリトオスに対して父から受け継いだ支配権の分け前を要求したと言われる。
οὐκ ἀποδιδόντος δὲ τοῦ Πειρίθου πόλεμον ἐξενεγκεῖν πρὸς αὐτόν τε καὶ τοὺς Λαπίθας.
しかし、ペイリトオスがこれを与えなかったため、彼とラピテース人たちに対して戦争を仕掛けた。
§4.70.3ὕστερον δὲ διαλυθέντων αὐτῶν Πειρίθους μὲν γήμας Ἱπποδάμειαν τὴν Βούτου, καὶ καλέσαντος εἰς τοὺς γάμους τόν τε Θησέα καὶ τοὺς Κενταύρους, φασὶ μεθυσθέντας ἐπιβαλέσθαι ταῖς κεκλημέναις γυναιξὶ καὶ βίᾳ μίσγεσθαι, διὰ δὲ τὴν παρανομίαν τόν τε Θησέα καὶ τοὺς Λαπίθας παροξυνθέντας οὐκ ὀλίγους μὲν ἀνελεῖν, τοὺς δὲ λοιποὺς ἐκβαλεῖν ἐκ τῆς πόλεως.
その後、彼らは和解したが、ペイリトオスがブーテースの娘ヒッポダメイアと結婚し、婚礼にテーセウスとケンタウロスたちの両方を招待したとき、彼らは酔っ払って、招待された女性たちに襲いかかり、力ずくで交わろうとしたと言われる。 そして、その不法ゆえに怒ったテーセウスとラピテース人たちは、少なくない数のケンタウロスを殺害し、残りの者を都市から追い出した。
§4.70.4διὰ δὲ ταύτην τὴν αἰτίαν τῶν Κενταύρων πανδημεὶ στρατευσάντων ἐπὶ τοὺς Λαπίθας καὶ πολλοὺς ἀνελόντων, τοὺς ὑπολειφθέντας φυγεῖν εἰς Φολόην τῆς Ἀρκαδίας, τέλος δʼ εἰς Μαλέαν ἐκπεσόντας ἐνταῦθα κατοικῆσαι.
この原因により、ケンタウロスたちが総出でラピテース人たちに対して遠征し、多くの者を殺害したため、生き残った者たちはアルカディアのポロエーへと逃れ、最終的にはマレアにたどり着いてそこに定住した。
τοὺς δὲ Κενταύρους μετεωρισθέντας τοῖς προτερήμασι, καὶ ὁρμωμένους ἐκ τῆς Φολόης, λῄζεσθαι τοὺς παριόντας τῶν Ἑλλήνων καὶ πολλοὺς τῶν περιοίκων ἀναιρεῖν.
一方、ケンタウロスたちは自らの勝利に気勢を上げ、ポロエーを拠点として、通りがかるギリシア人たちを略奪し、周辺の住民の多くを殺害した。