Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.69.1-4.69.5

拉皮泰人的起源与伊克西翁的惩罚

第 305 段,共 406 段 · 希腊语

内容简介

从神话中的河流培涅俄斯的后代开始叙述拉皮泰人与肯陶洛斯人的谱系,进而讲述了伊克西翁的严重罪行、肯陶洛斯人的诞生以及他被缚在车轮上的惩罚。

§4.69.1περὶ δὲ Λαπιθῶν καὶ Κενταύρων ἐν μέρει διέξιμεν.
而关于拉皮泰人与肯陶洛斯人,我们将依次叙述。
Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους παῖδες ἐγένοντο πλείους ποταμῶν ἐπώνυμοι, ἐν οἷς καὶ Πηνειός, ἀφʼ οὗ συνέβη τὸν ἐν Θετταλίᾳ Πηνειὸν ὀνομασθῆναι.
根据神话,俄刻阿诺斯和忒堤斯生下了许多与河流同名的孩子,其中也有培涅俄斯,色萨利的培涅俄斯河便是因他而得名。
οὗτος δὲ μιγεὶς νύμφῃ τῇ προσαγορευομένῃ Κρεούσῃ παῖδας ἐγέννησεν Ὑψέα καὶ Στίλβην, ᾗ μιγεὶς Ἀπόλλων Λαπίθην καὶ Κένταυρον ἐγέννησε.
他与名为克勒乌萨的宁芙交合,生下了许普塞乌斯与斯堤尔柏,阿波罗与斯堤尔柏交合,生下了拉皮忒斯与肯陶洛斯。
§4.69.2καὶ τούτων Λαπίθης μὲν κατοικῶν περὶ τὸν Πηνειὸν ποταμὸν ἐβασίλευσε τῶν τόπων τούτων, γήμας δὲ Ὀρσινόμην τὴν Εὐρυνόμου ἐγέννησεν υἱοὺς δύο, Φόρβαντα καὶ Περίφαντα.
在他们之中,拉皮忒斯居住在培涅俄斯河周围,统治了这些地区,他娶了欧律诺墨之女奥尔西诺墨,生下了两个儿子,佛耳巴斯与培里法斯。
οὗτοι μὲν οὖν ἐνταῦθα ἐβασίλευσαν, οἱ δὲ σύμπαντες λαοὶ ἀπὸ Λαπίθου Λαπίθαι προσηγορεύθησαν.
于是他们在那里统治,而所有的子民都因拉皮忒斯而被称作拉皮泰人。
τῶν δʼ υἱῶν τῶν Λαπίθου Φόρβας μὲν εἰς Ὤλενον παρῆλθεν, ἐξ ἧς μεταπεμψάμενος αὐτὸν Ἀλέκτωρ ὁ τῆς Ἠλείας βασιλεὺς βοηθόν, φοβούμενος τὴν Πέλοπος δυναστείαν, τῆς ἐν Ἤλιδι βασιλείας μετέδωκεν· §4.69.3ἐκ δὲ Φόρβαντος ὑπῆρξαν υἱοὶ δύο, Αἰγεὺς καὶ Ἄκτωρ, οἱ τὴν Ἠλείων βασιλείαν παραλαβόντες.
而在拉皮忒斯的儿子们当中,佛耳巴斯前往俄勒诺斯,伊利斯国王阿莱克托尔因惧怕珀罗普斯的势力,从该地将他召来作为盟友,并与他分享了伊利斯的王权;佛耳巴斯生有两个儿子,埃勾斯与阿克托尔,他们继承了伊利斯人的王位。
ὁ δʼ ἕτερος τῶν Λαπίθου παίδων Περίφας γήμας Ἀστυάγυιαν τὴν Ὑψέως ἐγέννησεν ὀκτὼ παῖδας, ὧν ἦν πρεσβύτατος Ἀντίων, ὃς μιγεὶς Περιμήλᾳ τῇ Ἀμυθάονος ἐγέννησεν Ἰξίονα.
而拉皮忒斯的另一个孩子培里法斯娶了许普塞乌斯之女阿斯堤阿癸亚,生下了八个孩子,其中最年长的是安提翁,他与阿米塔翁之女培里墨拉交合,生下了伊克西翁。
οὗτος δʼ, ὥς φασιν, ὑποσχόμενος ἕδνα πολλὰ δώσειν Ἠϊονεῖ ἔγημε τὴν Ἠϊονέως θυγατέρα Δίαν, ἐξ ἧς ἐγέννησε Πειρίθουν.
据说,此人许诺给埃이오네우스许多聘礼,娶了埃이오네우스之女狄亚,并由她生下了培里托俄斯。
§4.69.4ἔπειθʼ ὁ μὲν Ἰξίων οὐκ ἀπέδωκε τὰ ἕδνα τῇ γυναικί, ὁ δʼ Ἠϊονεὺς τὰς ἵππους ἀντὶ τούτων ἠνεχύρασεν.
此后,伊克西翁没有为他的妻子交付聘礼,而埃이오네우스则扣留了马匹作为替代的抵押品。
ὁ δʼ Ἰξίων τὸν Ἠϊονέα μετεπέμψατο ἐπαγγελλόμενος πάντα ὑπακούσεσθαι, καὶ τὸν Ἠϊονέα παραγενόμενον ἔβαλεν εἰς βόθρον πυρὸς μεστόν.
伊克西翁便召来埃이오네우스,允诺会服从一切,而当埃이오네우스到来后,他却将其投入了一个装满火的坑中。
διὰ δὲ τὸ μέγεθος τῆς παρανομίας μηδένα βούλεσθαι καθᾶραι τὸν φόνον.
但由于这桩罪行极其深重,没有人愿意为他净化这起杀戮的罪愆。
τέλος δʼ ὑπὸ τοῦ Διὸς κατὰ τοὺς μύθους ἁγνισθείς, ἠράσθη μὲν τῆς Ἥρας καὶ κατετόλμησεν ὑπὲρ συνουσίας λόγους ποιεῖσθαι.
最后,根据神话,他在被宙斯净化后,竟然爱上了赫拉,并胆敢提出要与她交合。
§4.69.5ἔπειτα τὸν μὲν Δία εἴδωλον ποιήσαντα τῆς Ἥρας νεφέλην ἐξαποστεῖλαι, τὸν δὲ Ἰξίονα τῇ νεφέλῃ μιγέντα γεννῆσαι τοὺς ὀνομαζομένους Κενταύρους ἀνθρωποφυεῖς.
随后,宙斯制造了赫拉的幻像并送出一朵云,而伊克西翁与这朵云交合,生下了那些被称为肯陶洛斯的、具有人形的生物。
τέλος δὲ μυθολογοῦσι τὸν Ἰξίονα διὰ τὸ μέγεθος τῶν ἡμαρτημένων ὑπὸ Διὸς εἰς τροχὸν ἐνδεθῆναι,
最后,神话叙述道,伊克西翁因其罪行深重,被宙斯绑在了车轮上,

词汇与语法注释

  1. 4.69.1ᾗ μιγεὶς — 阴性单数与格关系代词 ᾗ 指代前文的 Στίλβην(宾格)。被动不定过去时分词 μιγείς 伴随表示结合对象的与格,意为“与……交合”,其语法主语是后文的阿波罗(Ἀπόλλων)。
  2. 4.69.2ἐξ ἧς — 前置词 ἐκ 与阴性单数属格关系代词 ἧς 的结合,指代前文的女命名城市俄勒诺斯(Ὤλενος)。此句用以表示被召来的地理起点(“从该地”)。
  3. 4.69.4μηδένα βούλεσθαι — 宾格加不定式结构(主语 μηδένα + 不定式 βούλεσθαι)。在上下文脉络中,这应当解释为继续受前文如 ὥς φασιν(“据说”)等表示传闻或引用的动词所支配的间接引语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.69.1-4.69.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.69.1-4.69.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。