§4.7.1περὶ δὲ τῶν Μουσῶν, ἐπειδήπερ ἐμνήσθημεν ἐν ταῖς τοῦ Διονύσου πράξεσιν, οἰκεῖον ἂν εἴη διελθεῖν ἐν κεφαλαίοις.
さて、ムーサたちについては、ディオニュソスの偉業の中で言及したので、要点をまとめて説明するのが適切であろう。
ταύτας γὰρ οἱ πλεῖστοι τῶν μυθογράφων καὶ μάλιστα δεδοκιμασμένοι φασὶ θυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης·
神話作家の大部分、とりわけ定評のある人々は、彼女たちがゼウスとムネモシュネの娘たちであると言っている。
ὀλίγοι δὲ τῶν ποιητῶν, ἐν οἷς ἐστι καὶ Ἀλκμάν, θυγατέρας ἀποφαίνονται Οὐρανοῦ καὶ Γῆς.
しかし、アルクマンを含む少数の詩人たちは、ウラノスとゲの娘たちであると主張している。
§4.7.2ὁμοίως δὲ καὶ κατὰ τὸν ἀριθμὸν διαφωνοῦσιν·
同様に彼女たちの数についても異論がある。
οἱ μὲν γὰρ τρεῖς λέγουσιν, οἱ δʼ ἐννέα, καὶ κεκράτηκεν ὁ τῶν ἐννέα ἀριθμὸς ὑπὸ τῶν ἐπιφανεστάτων ἀνδρῶν βεβαιούμενος, λέγω δὲ Ὁμήρου τε καὶ Ἡσιόδου καὶ τῶν ἄλλων τῶν τοιούτων.
ある人々は三人と言い、別の人々は九人と言うが、最も著名な人々、すなわちホメロスやヘシオドスなどの人々によって保証された九人という数が一般的になっている。
Ὅμηρος μὲν γὰρ λέγει
"Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ·
実際、ホメロスはこう言っている。 「ムーサたち九人すべてが、美しき声で交互に歌い交わす。
"
Ησίοδος δὲ καὶ τὰ ὀνόματα αὐτῶν ἀποφαίνεται λέγων
"Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε Καλλιόπη θʼ, ἥ σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
」また、ヘシオドスは彼女たちの名前を挙げてこう言っている。 「クレイオ、エウテルペ、タレイア、メルポメネ、テルプシコラ、エラト、ポリュムニア、ウラニア、そして彼女たちすべての中で最も秀でたカリオペ。
" §4.7.3τούτων δʼ ἑκάστῃ προσάπτουσι τὰς οἰκείας διαθέσεις τῶν περὶ μουσικὴν ἐπιτηδευμάτων, οἷον ποιητικήν, μελῳδίαν, ὀρχήσεις καὶ χορείας, ἀστρολογίαν τε καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων.
」彼女たちそれぞれに、詩作、歌唱、舞踊と合唱、天文学、その他の教養といった、音楽の諸技術における固有の領域を割り当てている。
παρθένους δʼ αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσι διὰ τὸ τὰς κατὰ τὴν παιδείαν ἀρετὰς ἀφθόρους δοκεῖν εἶναι.
また大部分の人々は、教養による徳は損なわれることがないと思われることから、彼女たちを処女であると神話化して語る。
§4.7.4Μούσας δʼ αὐτὰς ὠνομάσθαι ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δʼ ἐστὶν ἀπὸ τοῦ διδάσκειν τὰ καλὰ καὶ συμφέροντα καὶ ὑπὸ τῶν ἀπαιδεύτων ἀγνοούμενα.
また、ムーサという名は、人間を教え導くこと(ミュエイン)に由来し、これは教養なき者たちには知られていない、美しく有益な事柄を教えることである。
ἑκάστῃ δὲ προσηγορίᾳ τὸν οἰκεῖον λόγον ἀπονέμοντές φασιν ὠνομάσθαι τὴν μὲν Κλειὼ διὰ τὸ τὸν ἐκ τῆς ποιήσεως τῶν ἐγκωμιαζομένων ἔπαινον μέγα κλέος περιποιεῖν τοῖς ἐπαινουμένοις, Εὐτέρπην δʼ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροωμένους τοῖς ἀπὸ τῆς παιδείας ἀγαθοῖς, Θάλειαν δʼ ἀπὸ τοῦ θάλλειν ἐπὶ πολλοὺς χρόνους τοὺς διὰ τῶν ποιημάτων ἐγκωμιαζομένους, Μελπομένην δʼ ἀπὸ τῆς μελῳδίας, διʼ ἧς τοὺς ἀκούοντας ψυχαγωγεῖσθαι, Τερψιχόρην δʼ ἀπὸ τοῦ τέρπειν τοὺς ἀκροατὰς τοῖς ἐκ παιδείας περιγινομένοις ἀγαθοῖς, Ἐρατὼ δʼ ἀπὸ τοῦ τοὺς παιδευθέντας ποθεινοὺς καὶ ἐπεράστους ἀποτελεῖν, Πολύμνιαν δʼ ἀπὸ τοῦ διὰ πολλῆς ὑμνήσεως ἐπιφανεῖς κατασκευάζειν τοὺς διὰ τῶν ποιημάτων ἀπαθανατιζομένους τῇ δόξῃ, Οὐρανίαν δʼ ἀπὸ τοῦ τοὺς παιδευθέντας ὑπʼ αὐτῆς ἐξαίρεσθαι πρὸς οὐρανόν·
それぞれの呼び名に固有の説明を割り当てながら、彼らは次のように言う。 クレイオは、称賛される人々の詩作から生じる称賛が、称賛される人々に大きな名声をもたらすから。 エウテルペは、聞く人々を教養から得られる良いものによって喜ばせるから。 タレイアは、詩を通じて称賛される人々を長きにわたって栄えさせるから。 メルポメネは、それによって聞く人々の魂を魅了する歌唱から。 テルプシコラは、聞く人々を教養から得られる良いもので喜ばせるから。 エラトは、教育された人々を、慕わしく愛されるものとするから。 ポリュムニアは、多くの賛歌によって、詩を通じて不滅の名声を得た人々を有名にするから。 ウラニアは、彼女によって教育された人々を天へと高めるから。
τῇ γὰρ δόξῃ καὶ τοῖς φρονήμασι μετεωρίζεσθαι τὰς ψυχὰς εἰς ὕψος οὐράνιον·
なぜなら、魂は名声と知性によって、天の高さへと舞い上がるからである。
Καλλιόπην δʼ ἀπὸ τοῦ καλὴν ὄπα προΐεσθαι, τοῦτο δʼ ἐστὶ τῇ εὐεπείᾳ διάφορον οὖσαν ἀποδοχῆς τυγχάνειν ὑπο τῶν ἀκουόντων.
カリオペは、美しい声を発することに由来し、これは、洗練された語り口において優れていることで、聞き手から歓迎を受けることである。
τούτων δʼ ἡμῖν ἀρκούντως εἰρημένων μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς Ἡρακλέους πράξεις.
これらについて十分に述べたので、我々は話をヘラクレスの偉業へと移すことにしよう。