Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.6.1-4.6.5

普里阿普斯的起源与崇拜及赫耳玛佛洛狄托斯

第 242 段,共 406 段 · 希腊语

内容简介

作者探讨了普里阿普斯作为狄奥尼索斯与阿佛洛狄忒之子的神话起源,通过伊西斯和奥西里斯的神话解释了埃及对阴茎崇拜的起源,并记述了他的别名、在乡村及祭仪中的职能,以及具有相似性质的赫耳玛佛洛狄托斯。

§4.6.1περὶ δὲ Πριάπου καὶ τῶν μυθολογουμένων περὶ αὐτοῦ νῦν διέξιμεν, οἰκεῖον ὁρῶντες τὸν περὶ τούτου λόγον ταῖς Διονυσιακαῖς ἱστορίαις.
关于普里阿普斯以及关于他的神话传说,我们现在将予以论述,因为我们看到关于他的讨论与狄奥尼索斯的历史十分相契。
μυθολογοῦσιν οὖν οἱ παλαιοὶ τὸν Πρίαπον υἱὸν μὲν εἶναι Διονύσου καὶ Ἀφροδίτης, πιθανῶς τὴν γένεσιν ταύτην ἐξηγούμενοι· τοὺς γὰρ οἰνωθέντας φυσικῶς ἐντετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς.
因此,古代人传说普里阿普斯是狄奥尼索斯和阿佛洛狄忒的儿子,并对这一出身作出了合情合理的解释:因为醉酒的人自然会向往性爱享乐(身体自然兴奋、器官紧绷)。
§4.6.2τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυθωδῶς ὀνομάζειν βουλομένους Πρίαπον προσαγορεῦσαι.
但有些人说,古代人想要以神话的方式来命名人的阴茎,因而称之为“普里阿普斯”。
ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον, αἴτιον ὑπάρχον τῆς γενέσεως τῶν ἀνθρώπων καὶ διαμονῆς εἰς ἅπαντα τὸν αἰῶνα, τυχεῖν τῆς ἀθανάτου τιμῆς.
另一些人则说,作为人类诞生和万世延续之因的生殖器官,获得了不朽的荣耀。
§4.6.3οἱ δʼ Αἰγύπτιοι περὶ τοῦ Πριάπου μυθολογοῦντές φασι τὸ παλαιὸν τοὺς Τιτᾶνας ἐπιβουλεύσαντας Ὀσίριδι τοῦτον μὲν ἀνελεῖν, τὸ δὲ σῶμα αὐτοῦ διελόντας εἰς ἴσας μερίδας ἑαυτοῖς καὶ λαβόντας ἀπενεγκεῖν ἐκ τῆς οἰκείας λαθραίως, μόνον δὲ τὸ αἰδοῖον εἰς τὸν ποταμὸν ῥῖψαι διὰ τὸ μηδένα βούλεσθαι τοῦτο ἀνελέσθαι.
埃及人在叙述关于普里阿普斯的神话时说,古时提坦神们密谋陷害奥西里斯并杀害了他,将他的尸体等分为若干份,并秘密带离了各自的家园,唯独将阴茎丢弃到了河里,因为没有人想要收回它。
τὴν δὲ Ἶσιν τὸν φόνον τοῦ ἀνδρὸς ἀναζητοῦσαν, καὶ τοὺς μὲν Τιτᾶνας ἀνελοῦσαν, τὰ δὲ τοῦ σώματος μέρη περιπλάσασαν εἰς ἀνθρώπου τύπον, ταῦτα μὲν δοῦναι θάψαι τοῖς ἱερεῦσι καὶ τιμᾶν προστάξαι ὡς θεὸν τὸν Ὄσιριν, τὸ δὲ αἰδοῖον μόνον οὐ δυναμένην ἀνευρεῖν καταδεῖξαι τιμᾶν ὡς θεὸν καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον.
而伊西斯在寻找杀害丈夫的凶手并杀死了提坦神们之后,将尸体各部分塑造成人的形状,交给了祭司予以埋葬,并命令他们将奥西里斯作为神明来供奉;然而,由于唯独无法找到阴茎,她便规定应当将其作为神明来崇拜,并将其呈勃起状态供奉在神庙中。
περὶ μὲν οὖν τῆς γενέσεως τοῦ Πριάπου καὶ τῆς τιμῆς τοιαῦτα μυθολογεῖται παρὰ τοῖς παλαιοῖς τῶν Αἰγυπτίων.
关于普里阿普斯的诞生和崇拜,古埃及人中流传着这样的神话。
§4.6.4τοῦτον δὲ τὸν θεὸν τινὲς μὲν Ἰθύφαλλον ὀνομάζουσι, τινὲς δὲ Τύχωνα.
有些人称这位神明为‘伊堤法洛斯’,有些人则称之为‘堤科恩’。
τὰς δὲ τιμὰς οὐ μόνον κατὰ πόλιν ἀπονέμουσιν αὐτῷ, ἀλλὰ καὶ κατὰ τὰς ἀγροικίας ὀπωροφύλακα τῶν ἀμπελώνων ἀποδεικνύντες καὶ τῶν κήπων, ἔτι δὲ πρὸς τοὺς βασκαίνοντάς τι τῶν καλῶν τοῦτον κολαστὴν παρεισάγοντες.
人们不仅在城市里向他献上崇拜,也在乡间指派他为葡萄园和果园的果实看守者,并且还引他作为惩罚者,用来对付那些对美好事物施以嫉妒(邪视)的人。
ἔν τε ταῖς τελεταῖς οὐ μόνον ταῖς Διονυσιακαῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις σχεδὸν ἁπάσαις οὗτος ὁ θεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις.
无论是在狄奥尼索斯的祭仪中,还是在几乎所有其他的祭仪中,这位神明都获得了某种崇拜,在祭祀时伴随着笑声和戏谑而被引入。
§4.6.5παραπλησίως δὲ τῷ Πριάπῳ τινὲς μυθολογοῦσι γεγενῆσθαι τὸν ὀνομαζόμενον Ἑρμαφρόδιτον, ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς ἐξ ἀμφοτέρων τῶν γονέων συντεθείσης προσηγορίας.
与普里阿普斯类似,有些人传言,那被称为“赫耳玛佛洛狄托斯”的人也是这样诞生的,他由赫耳墨斯和阿佛洛狄忒所生,获得了由双亲名字组合而成的称呼。
τοῦτον δʼ οἱ μέν φασιν εἶναι θεὸν καὶ κατά τινας χρόνους φαίνεσθαι παρʼ ἀνθρώποις, καὶ γεννᾶσθαι τὴν τοῦ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός· καὶ τὴν μὲν εὐπρέπειαν καὶ μαλακότητα τοῦ σώματος ἔχειν γυναικὶ παρεμφερῆ, τὸ δʼ ἀρρενωπὸν καὶ δραστικὸν ἀνδρὸς ἔχειν·
关于他,有些人说他是一位神明,并在某些时期显现在人间,出生时便具有男和女混合在一起的身体特质:既具有与女性相似的优美和柔嫩,又具有男性的阳刚和干练。
ἔνιοι δὲ τὰ τοιαῦτα γένη ταῖς φύσεσιν ἀποφαίνονται τέρατα ὑπάρχειν, καὶ γεννώμενα σπανίως προσημαντικὰ γίνεσθαι ποτὲ μὲν κακῶν ποτὲ δʼ ἀγαθῶν.
但另一些人则断言,此类身体在其本性上是奇人(异兆),罕见地出生,有时预示着灾祸,有时预示着福祉。
καὶ περὶ μὲν τῶν τοιούτων ἅλις ἡμῖν ἐχέτω.
关于这类事情,我们说的已经足够了。

词汇与语法注释

  1. 4.6.1τοὺς γὰρ οἰνωθέντας φυσικῶς ἐντετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. — 动词 ἐντείνω(使紧绷、使紧张)的被动完成时不定式 ἐντετάσθαι,在由 γάρ 引导的间接引语中作谓语,其逻辑主语为宾格的 τοὺς οἰνωθέντας(醉酒的人们),暗示了身体(或器官)的紧张和勃起。
  2. 4.6.3τὸ δὲ αἰδοῖον μόνον οὐ δυναμένην ἀνευρεῖν καταδεῖξαι τιμᾶν ὡς θεὸν καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. — 阴性单数宾格分词 οὐ δυναμένην 与不定式省略的主语 τὴν δὲ Ἶσιν(伊西斯)保持一致。不定式 ἀναθεῖναι(奉纳)省去了其中性宾格代词宾语(指代 τὸ αἰδοῖον),该宾语受被动完成时分词 ἐντεταμένον(呈勃起状态的)修饰。
  3. 4.6.4ἀποδεικνύντες — 现在活动分词主格复数形式,与主句动词 ἀπονέμουσιν 的省略主语(人们)一致。在此作伴随分词,表示手段或方式(“通过指派他作为……”)。
  4. 4.6.5ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς ἐξ ἀμφοτέρων τῶν γονέων συντεθείσης προσηγορίας. — 关系代名词 ὃν 在间接引语中作不定式 τυχεῖν 的逻辑主语(宾格)。属格短语 τῆς... προσηγορίας 受动词 τυγχάνω 的支配,该动词通常接属格宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.6.1-4.6.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.6.1-4.6.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。