§4.68.1τούτων δʼ ἡμῖν διευκρινημένων, πειρασόμεθα διελθεῖν περὶ Σαλμωνέως καὶ Τυροῦς καὶ τῶν ἀπογόνων ἕως Νέστορος τοῦ στρατεύσαντος ἐπὶ Τροίαν.
在这些事情被我们阐明之后,我们将努力叙述萨尔摩纽斯、蒂萝以及直到参加攻打特洛伊远征的涅斯托尔为止的他们的后裔。
Σαλμωνεὺς γὰρ ἦν υἱὸς Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος· οὗτος δʼ ἐκ τῆς Αἰολίδος ὁρμηθεὶς μετὰ πλειόνων Αἰολέων ᾤκισε τῆς Ἠλείας παρὰ τὸν Ἀλφειὸν ποταμὸν πόλιν καὶ ἐκάλεσεν ἀφʼ ἑαυτοῦ Σαλμωνίαν.
因为萨尔摩纽斯是德乌卡里翁之子赫伦的儿子爱奥洛斯的儿子;他带着许多爱奥利亚人从爱奥利斯出发,在伊利斯地区靠近阿尔菲奥斯河畔建立了一座城市,并以自己的名字命名为萨尔摩尼亚。
γήμας δʼ Ἀλκιδίκην τὴν Ἀλέου ἐγέννησε θυγατέρα τὴν προσαγορευθεῖσαν Τυρώ, κάλλει διαφέρουσαν.
他娶了阿勒俄斯之女阿尔喀狄刻为妻,生下了一个名叫蒂萝的女儿,她美貌出众。
§4.68.2τῆς δὲ γυναικὸς Ἀλκιδίκης ἀποθανούσης ἐπέγημε τὴν ὀνομαζομένην Σιδηρώ· αὕτη δὲ χαλεπῶς διετέθη πρὸς τὴν Τυρώ, ὡς ἂν μητρυιά.
妻子阿尔喀狄刻去世后,他又娶了名叫斯德萝的女人;她对待蒂萝极其严苛,正如一个继母通常会做的那样。
μετὰ δὲ ταῦτα Σαλμωνεύς, ὑβριστὴς ὢν καὶ ἀσεβής, ὑπὸ μὲν τῶν ὑποτεταγμένων ἐμισήθη, ὑπὸ δὲ Διὸς διὰ τὴν ἀσέβειαν ἐκεραυνώθη.
此后,萨尔摩纽斯因其傲慢与不敬而受到臣民的憎恨,并因其不敬而被宙斯用雷霆击死。
§4.68.3τῇ δὲ Τυροῖ, παρθένῳ κατʼ ἐκείνους τοὺς χρόνους οὔσῃ, Ποσειδῶν μιγεὶς παῖδας ἐγέννησε Πελίαν καὶ Νηλέα.
与当时还是处女的蒂萝交合,波塞冬生下了两个儿子,佩利亚斯和涅琉斯。
ἡ δὲ Τυρὼ συνοικήσασα Κρηθεῖ ἐτέκνωσεν Ἀμυθάονα καὶ Φέρητα καὶ Αἴσονα.
蒂萝随后与克雷托斯同居,生下了阿米塔翁、费雷斯和埃松。
Κρηθέως δὲ τελευτήσαντος ἐστασίασαν περὶ τῆς βασιλείας Πελίας τε καὶ Νηλεύς·
克雷托斯死后,佩利亚斯与涅琉斯为王位发生了争执。
τούτων δὲ Πελίας μὲν Ἰωλκοῦ καὶ τῶν πλησίον χωρίων ἐβασίλευσε, Νηλεὺς δὲ παραλαβὼν Μελάμποδα καὶ Βίαντα τοὺς Ἀμυθάονος καὶ Ἀγλαΐας υἱοὺς καί τινας ἄλλους τῶν Ἀχαιῶν Φθιωτῶν καὶ τῶν Αἰολέων ἐστράτευσεν εἰς Πελοπόννησον.
在他们之中,佩利亚斯统治了约尔科斯及邻近地区,而涅琉斯则带上阿米塔翁与阿格拉伊娅之子梅兰普斯和比亚斯,以及弗提奥提斯的阿开亚人与爱奥利亚人中的其他人,向伯罗奔尼撒发动了远征。
§4.68.4καὶ Μελάμπους μὲν μάντις ὢν τὰς Ἀργείας γυναῖκας μανείσας διὰ τὴν Διονύσου μῆνιν ἐθεράπευσεν, ἀντὶ δὲ ταύτης τῆς εὐεργεσίας χάριν ἔλαβε παρὰ τοῦ βασιλέως τῶν Ἀργείων Ἀναξαγόρου τοῦ Μεγαπένθους τὰ δύο μέρη τῆς βασιλείας· κατοικήσας δʼ ἐν Ἄργει κοινὴν ἐποιήσατο τὴν βασιλείαν Βίαντι τῷ ἀδελφῷ.
梅兰普斯由于是一位先知,治好了因狄奥尼索斯的愤怒而发狂的阿耳戈斯妇女,作为这一恩惠的回报,他从阿耳戈斯人的国王、梅加彭忒斯之子阿那克萨哥拉斯那里得到了王国的三分之二作为报酬;他在阿耳戈斯定居后,与他的兄弟比亚斯共同分享了王权。
§4.68.5γήμας δὲ Ἰφιάνειραν τὴν Μεγαπένθους ἐτέκνωσεν Ἀντιφάτην καὶ Μαντώ, ἔτι δὲ Βίαντα καὶ Προνόην· Ἀντιφάτου δὲ καὶ Ζευξίππης τῆς Ἱπποκόωντος Οἰκλῆς καὶ Ἀμφάλκης ὑπῆρξαν, Οἰκλέους δὲ καὶ Ὑπερμνήστρας τῆς Θεσπίου Ἰφιάνειρα καὶ Πολύβοια καὶ Ἀμφιάραος ἐγένοντο.
他娶了梅加彭忒斯之女伊菲阿涅拉为妻,生下了安提法忒斯和曼托,此外还有比亚斯和普罗诺埃;安提法忒斯与希波科翁之女泽乌克西珀生下了奥伊克勒斯和阿姆法尔克斯,奥伊克勒斯与忒斯庇奥斯之女许佩耳涅斯特拉生下了伊菲阿涅拉、波吕玻亚和阿姆菲阿拉俄斯。
§4.68.6Μελάμπους μὲν οὖν καὶ Βίας καὶ οἱ ἀπʼ ἐκείνων οὕτω τῆς ἐν Ἄργει βασιλείας μετέσχον, Νηλεὺς δὲ μετὰ τῶν συνακολουθησάντων παραγενόμενος εἰς Μεσσήνην πόλιν ἔκτισε Πύλον, δόντων αὐτῷ τῶν ἐγχωρίων.
于是,梅兰普斯和比亚斯以及他们的后裔就这样分享了阿耳戈斯的王权,而涅琉斯则与随行人员一起来到麦塞尼亚,在当地人给予他土地后,建立起毕罗斯城。
ταύτης δὲ βασιλεύων καὶ γήμας Χλῶριν τὴν Ἀμφίονος τοῦ Θηβαίου, παῖδας ἐγέννησε δώδεκα, ὧν ἦν πρεσβύτατος μὲν Περικλύμενος, νεώτατος δὲ Νέστωρ ὁ ἐπὶ Τροίαν στρατεύσας.
他统治此处,并娶了忒拜人安菲翁之女克罗里斯为妻,生下了十二个儿子,其中最年长的是培里克律梅诺斯,最年轻的是参加攻打特洛伊远征的涅斯托尔。
περὶ μὲν οὖν τῶν Νέστορος προγόνων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, στοχαζόμενοι τῆς συμμετρίας,
那么,关于涅斯托尔的祖先,考虑到叙述的比例,我们就满足于已经说过的这些,