§4.69.1περὶ δὲ Λαπιθῶν καὶ Κενταύρων ἐν μέρει διέξιμεν.
一方、ラピテース人(ラピタイ)とケンタウロスについては順を追って詳しく述べよう。
Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους παῖδες ἐγένοντο πλείους ποταμῶν ἐπώνυμοι, ἐν οἷς καὶ Πηνειός, ἀφʼ οὗ συνέβη τὸν ἐν Θετταλίᾳ Πηνειὸν ὀνομασθῆναι.
神話によれば、オーケアノスとテーテュースからは、河の名となった多くの子供たちが生まれた。 その中にはペーネイオスもおり、彼にちなんでテッサリアのペーネイオス川が名付けられることになったのである。
οὗτος δὲ μιγεὶς νύμφῃ τῇ προσαγορευομένῃ Κρεούσῃ παῖδας ἐγέννησεν Ὑψέα καὶ Στίλβην, ᾗ μιγεὶς Ἀπόλλων Λαπίθην καὶ Κένταυρον ἐγέννησε.
このペーネイオスは、クレウーサと呼ばれるニュンペーと交わり、ヒュプセウスとスティルベーという子をもうけた。 アポローンはこのスティルベーと交わって、ラピテースとケンタウロスをもうけた。
§4.69.2καὶ τούτων Λαπίθης μὲν κατοικῶν περὶ τὸν Πηνειὸν ποταμὸν ἐβασίλευσε τῶν τόπων τούτων, γήμας δὲ Ὀρσινόμην τὴν Εὐρυνόμου ἐγέννησεν υἱοὺς δύο, Φόρβαντα καὶ Περίφαντα.
そして彼らのうち、ラピテースはペーネイオス川の周辺に住んでこれらの地域を支配し、エウリュノモスの娘オルシノメーを妻として二人の息子、ポルバースとペリパースをもうけた。
οὗτοι μὲν οὖν ἐνταῦθα ἐβασίλευσαν, οἱ δὲ σύμπαντες λαοὶ ἀπὸ Λαπίθου Λαπίθαι προσηγορεύθησαν.
こうして彼らはこの地を支配し、民全体はラピテースにちなんでラピテース人(ラピタイ)と呼ばれるようになった。
τῶν δʼ υἱῶν τῶν Λαπίθου Φόρβας μὲν εἰς Ὤλενον παρῆλθεν, ἐξ ἧς μεταπεμψάμενος αὐτὸν Ἀλέκτωρ ὁ τῆς Ἠλείας βασιλεὺς βοηθόν, φοβούμενος τὴν Πέλοπος δυναστείαν, τῆς ἐν Ἤλιδι βασιλείας μετέδωκεν·
ラピテースの息子たちのうち、ポルバースはオーレノスへと移ったが、エーリスの王アレクトールはペロプスの勢力を恐れて、彼を援助者としてそこから呼び寄せ、エーリスの王権を分け与えた。
§4.69.3ἐκ δὲ Φόρβαντος ὑπῆρξαν υἱοὶ δύο, Αἰγεὺς καὶ Ἄκτωρ, οἱ τὴν Ἠλείων βασιλείαν παραλαβόντες.
そしてポルバースからは、二人の息子アイゲウスとアクトールが生まれ、彼らがエーリス人たちの王位を引き継いだ。
ὁ δʼ ἕτερος τῶν Λαπίθου παίδων Περίφας γήμας Ἀστυάγυιαν τὴν Ὑψέως ἐγέννησεν ὀκτὼ παῖδας, ὧν ἦν πρεσβύτατος Ἀντίων, ὃς μιγεὶς Περιμήλᾳ τῇ Ἀμυθάονος ἐγέννησεν Ἰξίονα.
一方、ラピテースのもう一人の息子ペリパースは、ヒュプセウスの娘アステュアギュイアを妻として八人の子供をもうけた。 その最年長はアンティオーンであり、彼はアミュターオーンの娘ペリメーラーと交わってイクシーオーンをもうけた。
οὗτος δʼ, ὥς φασιν, ὑποσχόμενος ἕδνα πολλὰ δώσειν Ἠϊονεῖ ἔγημε τὴν Ἠϊονέως θυγατέρα Δίαν, ἐξ ἧς ἐγέννησε Πειρίθουν.
このイクシーオーンは、言われるところによれば、エーイオネウスに多くの婚資を支払うと約束して、エーイオネウスの娘ディアーを妻とし、彼女からペイリトオスをもうけた。
§4.69.4ἔπειθʼ ὁ μὲν Ἰξίων οὐκ ἀπέδωκε τὰ ἕδνα τῇ γυναικί, ὁ δʼ Ἠϊονεὺς τὰς ἵππους ἀντὶ τούτων ἠνεχύρασεν.
その後、イクシーオーンは妻のための婚資を支払わなかったので、一方エーイオネウスは、これらの代わりに馬を担保として差し押さえた。
ὁ δʼ Ἰξίων τὸν Ἠϊονέα μετεπέμψατο ἐπαγγελλόμενος πάντα ὑπακούσεσθαι, καὶ τὸν Ἠϊονέα παραγενόμενον ἔβαλεν εἰς βόθρον πυρὸς μεστόν.
するとイクシーオーンは、すべての要求に従うと約束してエーイオネウスを呼び寄せ、やって来たエーイオネウスを火で満ちた穴に投げ落とした。
διὰ δὲ τὸ μέγεθος τῆς παρανομίας μηδένα βούλεσθαι καθᾶραι τὸν φόνον.
しかし、その不法の重大さゆえに、誰もこの殺人の穢れを浄めようとはしなかった。
τέλος δʼ ὑπὸ τοῦ Διὸς κατὰ τοὺς μύθους ἁγνισθείς, ἠράσθη μὲν τῆς Ἥρας καὶ κατετόλμησεν ὑπὲρ συνουσίας λόγους ποιεῖσθαι.
ついに、神話によればゼウスによって浄められたが、彼はヘーラーに恋をし、性的な交わりを求めて言い寄るという暴挙に出た。
§4.69.5ἔπειτα τὸν μὲν Δία εἴδωλον ποιήσαντα τῆς Ἥρας νεφέλην ἐξαποστεῖλαι, τὸν δὲ Ἰξίονα τῇ νεφέλῃ μιγέντα γεννῆσαι τοὺς ὀνομαζομένους Κενταύρους ἀνθρωποφυεῖς.
その後、ゼウスはヘーラーの幻影を作って雲を送り出し、イクシーオーンは、この雲と交わって、人間のような体つきをした、いわゆるケンタウロスたちを産み落とした。
τέλος δὲ μυθολογοῦσι τὸν Ἰξίονα διὰ τὸ μέγεθος τῶν ἡμαρτημένων ὑπὸ Διὸς εἰς τροχὸν ἐνδεθῆναι,
そして最後には、その罪過の重大さゆえに、イクシーオーンはゼウスによって車輪に縛り付けられた、と神話は語っている。