Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.61.1-4.61.9

诛杀米诺陶洛斯与忒修斯统治雅典

第 297 段,共 406 段 · 希腊语

内容简介

为了免除米诺斯复仇带来的灾祸,雅典被迫向米诺陶洛斯献祭。忒修斯杀死了怪物,但因归航时的疏忽导致埃勾斯自尽;继承王位的忒修斯随后完成了雅典的聚居(辛诺里西斯)。

§4.61.1Μίνως δὲ πυθόμενος τὴν κατὰ τὸν υἱὸν συμφοράν, ἧκεν εἰς τὰς Ἀθήνας δίκας αἰτῶν τοῦ Ἀνδρόγεω φόνου.
米诺斯听闻了关于他儿子的不幸遭遇,便来到雅典,要求为安德罗格奥斯之死进行惩罚。
οὐδενὸς δʼ αὐτῷ προσέχοντος, πρὸς μὲν Ἀθηναίους πόλεμον συνεστήσατο, ἀρὰς δὲ ἐποιήσατο τῷ Διὶ γενέσθαι κατὰ τὴν πόλιν τῶν Ἀθηναίων αὐχμὸν καὶ λιμόν.
由于没有人理睬他,他便对雅典人发动了战争,并向宙斯祈求,使雅典人的城邦降下干旱与饥荒。
ταχὺ δὲ περὶ τὴν Ἀττικὴν καὶ τὴν Ἑλλάδα γενομένων αὐχμῶν καὶ φθαρέντων τῶν καρπῶν, συνελθόντες οἱ τῶν πόλεων ἡγεμόνες ἐπηρώτησαν τὸν θεὸν πῶς ἂν δύναιντο τῶν κακῶν ἀπαλλαγῆναι.
很快,随着阿提卡和希腊各地发生干旱、庄稼枯死,各城邦的领袖们聚集在一起,询问神明如何才能摆脱这些灾祸。
ὁ δʼ ἔχρησεν ἐλθεῖν αὐτοὺς πρὸς Αἰακὸν τὸν Διὸς καὶ Αἰγίνης τῆς Ἀσωποῦ θυγατρός, καὶ κελεύειν ὑπὲρ αὐτῶν εὐχὰς ποιήσασθαι.
神明下达神谕,让他们前往宙斯与阿索波斯之女埃吉娜所生之子埃阿科斯那里,请求他为他们进行祈祷。
§4.61.2ὧν πραξάντων τὸ προσταχθέν, ὁ μὲν Αἰακὸς ἐπετέλεσε τὰς εὐχάς, καὶ ὁ αὐχμὸς παρὰ μὲν τοῖς ἄλλοις Ἕλλησιν ἐπαύσατο, παρὰ δὲ τοῖς Ἀθηναίοις μόνοις διέμεινεν· οὗ δὴ χάριν ἠναγκάσθησαν οἱ Ἀθηναῖοι τὸν θεὸν ἐπερωτῆσαι περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς.
他们执行了受命之事,埃阿科斯便完成了祈祷,于是干旱在其他希腊人那里停止了,却唯独在雅典人那里持续下去;正因如此,雅典人被迫向神明询问如何摆脱灾祸。
εἶθʼ ὁ μὲν θεὸς ἔχρησεν, ἐὰν τοῦ Ἀνδρόγεω φόνου τῷ Μίνῳ δίκας δῶσιν ἃς ἂν ἐκεῖνος δικάσῃ·
随后,神明下达神谕:如果他们为安德罗格奥斯之死向米诺斯做出由他本人所裁决的任何惩罚,[他们就会摆脱灾祸]。
§4.61.3ὑπακουσάντων δὲ τῷ θεῷ τῶν Ἀθηναίων, προσέταξεν αὐτοῖς ὁ Μίνως διδόναι κόρους ἑπτὰ καὶ τὰς ἴσας κόρας διʼ ἐτῶν ἐννέα βορὰν τῷ Μινωταύρῳ ὅσον ἂν χρόνον ζῇ τὸ τέρας.
在雅典人顺从了神明之后,米诺斯命令他们每隔九年提供七名少年和同等数量的少女,作为米诺陶洛斯的食物,只要这只怪物还活着。
δόντων δʼ αὐτῶν, ἀπηλλάγησαν τῶν κακῶν οἱ κατὰ τὴν Ἀττικήν, καὶ ὁ Μίνως πολεμῶν ἐπαύσατο τὰς Ἀθήνας.
在他们交出这些年轻人后,阿提卡的人们摆脱了灾祸,米诺斯也停止了对雅典的战争。
διελθόντων δὲ ἐτῶν ἐννέα πάλιν ὁ Μίνως ἦλθεν εἰς τὴν Ἀττικὴν μετὰ μεγάλου στόλου, καὶ τοὺς δὶς ἑπτὰ κόρους ἀπαιτήσας ἔλαβε.
九年过去后,米诺斯再次率领大舰队来到阿提卡,索要并得到了这两倍于七名的青年。
§4.61.4μελλόντων δʼ ἐκπλεῖν τῶν περὶ τὸν Θησέα, ὁ Αἰγεὺς συνέθετο πρὸς τὸν κυβερνήτην, ἐὰν μὲν ὁ Θησεὺς νικήσῃ τὸν Μινώταυρον, καταπλεῖν αὐτοὺς λευκοῖς ἱστίοις, ἐὰν δὲ ἀπόληται, μέλασι, καθάπερ καὶ πρότερον ποιεῖν εἰώθεσαν.
当忒修斯一行人准备启航时,埃勾斯与领航员约定:如果忒修斯战胜了米诺陶洛斯,他们就挂着白帆驶回,但如果他死去了,就挂着黑帆,正如他们以前习惯做的那样。
καταπλευσάντων δʼ αὐτῶν εἰς Κρήτην Ἀριάδνη μὲν ἡ θυγάτηρ τοῦ Μίνωος ἠράσθη τοῦ Θησέως εὐπρεπείᾳ διαφέροντος, Θησεὺς δʼ εἰς λόγους ἐλθὼν αὐτῇ καὶ ταύτην συνεργὸν λαβών, τόν τε Μινώταυρον ἀπέκτεινε καὶ τὴν ἔξοδον τὴν τοῦ λαβυρίνθου παρʼ αὐτῆς μαθὼν διεσώθη.
当他们航行到克里特时,米诺斯的女儿阿里阿德涅爱上了容貌极为出众的忒修斯;忒修斯与她交谈并得到了她的协助,杀死了米诺陶洛斯,并从她那里得知了迷宫的出口,从而安全脱险。
§4.61.5ἀνακομιζόμενος δʼ εἰς τὴν πατρίδα καὶ κλέψας τὴν Ἀριάδνην ἔλαθεν ἐκπλεύσας νυκτός, καὶ κατῆρεν εἰς νῆσον τὴν τότε μὲν Δίαν, νῦν δὲ Νάξον προσαγορευομένην.
他在返回祖国的途中带走了阿里阿德涅,在夜间秘密航行脱身,并在当时被称为迪亚、如今被称为纳克索斯的岛屿靠岸。
καθʼ ὃν δὴ χρόνον μυθολογοῦσι Διόνυσον ἐπιφανέντα, καὶ διὰ τὸ κάλλος τῆς Ἀριάδνης ἀφελόμενον τοῦ Θησέως τὴν παρθένον, ἔχειν αὐτὴν ὡς γυναῖκα γαμετὴν ἀγαπωμένην διαφερόντως.
正是在这个时候,据神话传说,狄奥尼索斯显现,因阿里阿德涅的美貌而从忒修斯手中夺走了这位少女,并娶她为正妻,对她无比钟爱。
μετὰ γοῦν τὴν τελευτὴν αὐτῆς διὰ τὴν φιλοστοργίαν ἀθανάτων καταξιῶσαι τιμῶν, καταστερίσαντα τὸν ἐν οὐρανῷ στέφανον Ἀριάδνης.
确实,在她死后,出于深情,他通过将天上的冠冕变成星辰,即“阿里阿德涅皇冠”,使她配受不朽的荣耀。
§4.61.6τοὺς δὲ περὶ τὸν Θησέα φασὶ διὰ τὴν ἁρπαγὴν τῆς κόρης δυσφοροῦντας ἰσχυρῶς, καὶ διὰ τὴν λύπην ἐπιλαθομένους τῆς Αἰγέως παραγγελίας, τοῖς μέλασιν ἱστίοις καταπλεῖν εἰς τὴν Ἀττικήν.
据说,忒修斯一行人因少女被夺走而极度沮丧,并在悲痛之中遗忘了埃勾斯的嘱托,挂着黑帆驶回了阿提卡。
§4.61.7Αἰγέα δὲ θεασάμενον τὸν κατάπλουν, καὶ δόξαντα τεθνηκέναι τὸν υἱόν, ἡρωικὴν ἅμα πρᾶξιν καὶ συμφορὰν ἐπιτελέσασθαι· ἀναβάντα γὰρ εἰς τὴν ἀκρόπολιν, καὶ διὰ τὴν ὑπερβολὴν τῆς λύπης προσκόψαντα τῷ ζῆν, ἑαυτὸν κατακρημνίσαι.
埃勾斯望见船只驶回,以为儿子已经死去,便做出了一件既具英雄色彩又具悲剧色彩的举动:他登上卫城,由于极度的悲痛而厌倦了生命,坠崖自尽。
§4.61.8μετὰ δὲ τὴν Αἰγέως τελευτὴν Θησεὺς διαδεξάμενος τὴν βασιλείαν ἦρχε τοῦ πλήθους νομίμως καὶ πολλὰ πρὸς αὔξησιν τῆς πατρίδος ἔπραξεν.
埃勾斯死后,忒修斯继承了王位,依法统治民众,并为祖国的发展做了许多事情。
ἐπιφανέστατον δὲ συνετελέσθη τὸ τοὺς δήμους, ὄντας μικροὺς μὲν τοῖς μεγέθεσι, πολλοὺς δὲ τὸν ἀριθμόν, μεταγαγεῖν εἰς τὰς Ἀθήνας·
他所取得的最辉煌的成就是将那些规模虽小但数量众多的“德莫”(村社)迁入并整合到雅典。
§4.61.9ἀπὸ γὰρ τούτων τῶν χρόνων Ἀθηναῖοι διὰ τὸ βάρος τῆς πόλεως φρονήματος ἐνεπίμπλαντο καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ὠρέχθησαν.
因为从这些时代起,雅典人由于他们城邦的分量而充满了自豪,并开始渴望希腊人的霸权。
ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως διεληλυθότες τὰ λειπόμενα τῶν περὶ Θησέα γενομένων ἀναγράψομεν.
既然我们已经对这些事情进行了充分的阐述,接下来我们将记录关于忒修斯的其余事迹。

词汇与语法注释

  1. 4.61.2ἐὰν τοῦ Ἀνδρόγεω φόνου τῷ Μίνῳ δίκας δῶσιν ἃς ἂν ἐκεῖνος δικάσῃ· — 由 ἐάν 引导的条件从句作为神谕(ἔχρησεν)的内容呈现,但省略了主句(归结句)。在语境上,省略了诸如“后[他们将摆脱灾祸]”之类的结论(归结句省略)。
  2. 4.61.5ἀφελόμενον τοῦ Θησέως τὴν παρθένον — 动词 ἀφαιρέομαι(夺走)除了支配被夺走的对象(宾格 τὴν παρθένον)之外,还以属格(τοῦ Θησέως)支配被夺走的人,这是夺取/分离属格的用法。
  3. 4.61.7προσκόψαντα τῷ ζῆν — 动词 προσκόπτω 伴随与格(此处为名词化的不定式 τῷ ζῆν),表示“对……厌倦”、“对……绝望”。在这里,表示因误以为儿子已死而“对生命感到绝望”。
  4. 4.61.8τὸ τοὺς δήμους... μεταγαγεῖν — 这是一个由定冠词 τὸ 引导的不定式短语,作为动词 συνετελέσθη 的主语(主格)。宾格的 τοὺς δήμους 不是不定式 μεταγαγεῖν 的逻辑主语(那是它的宾语),其逻辑主语在语境上是忒修斯。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.61.1-4.61.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.61.1-4.61.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。