§4.36.1Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις συστρατεύσας ἐπὶ Θεσπρωτοὺς πόλιν τε Ἐφύραν κατὰ κράτος εἷλε καὶ Φυλέα τὸν βασιλέα τῶν Θεσπρωτῶν ἀπέκτεινε.
赫拉克勒斯与卡吕冬人一同征讨塞斯普罗托斯人,强攻攻克了埃菲拉城,并杀死了塞斯普罗托斯人的国王菲琉斯。
λαβὼν δὲ αἰχμάλωτον τὴν θυγατέρα τοῦ Φυλέως ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσε Τληπόλεμον.
他将菲琉斯的女儿掳为俘虏,与她交合,生下了特勒波勒摩斯。
§4.36.2μετὰ δὲ τὸν Δηιανείρας γάμον τρισὶν ὕστερον ἔτεσι δειπνῶν παρʼ Οἰνεῖ, διακονοῦντος Εὐρυνόμου τοῦ Ἀρχιτέλους υἱοῦ, παιδὸς τὴν ἡλικίαν, ἁμαρτάνοντος δʼ ἐν τῷ διακονεῖν, πατάξας κονδύλῳ, καὶ βαρυτέρας τῆς πληγῆς γενομένης, ἀπέκτεινεν ἀκουσίως τὸν παῖδα.
与得伊阿尼拉结婚三年后,他在奥涅乌斯家中进餐时,阿耳克西特勒斯之子奥里诺莫斯——一个年纪尚幼的男孩——在一旁侍候,因其在侍候时犯了错,赫拉克勒斯用拳头揍了他一下,由于用力过猛,他不小心打死了这个男孩。
§4.36.3περιαλγὴς δὲ γενόμενος ἐπὶ τῷ πάθει πάλιν ἐκ τῆς Καλυδῶνος ἑκουσίως ἔφυγε μετὰ τῆς γυναικὸς Δηιανείρας καὶ Ὕλλου τοῦ ἐκ ταύτης, παιδὸς ὄντος τὴν ἡλικίαν.
他对这一惨剧深感悲痛,再次自愿离开卡吕冬流亡,带着妻子得伊阿尼拉以及与她所生的儿子许罗斯(他当时年纪尚幼)。
ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὐηνὸν ποταμὸν, κατέλαβε Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν.
当他在旅途中来到埃埃诺斯河时,遇到了半人马涅索斯,此人正收取费用帮人渡河。
§4.36.4οὗτος δὲ πρώτην διαβιβάσας τὴν Δηιάνειραν, καὶ διὰ τὸ κάλλος ἐρασθείς, ἐπεχείρησε βιάσασθαι ταύτην.
这个涅索斯先送得伊阿尼拉渡河,因其美貌而动了邪念,企图强暴她。
ἐπιβοωμένης δʼ αὐτῆς τὸν ἄνδρα, ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον, ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος, καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι.
在得伊阿尼拉向丈夫大声呼救时,赫拉克勒斯用箭射中了半人马,而涅索斯在强暴她的过程中,且因伤势过重而奄奄一息之际,对得伊阿尼拉说要送她一剂媚药,好让赫拉克勒斯不愿接近任何其他女人。
§4.36.5παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὑτοῦ πεσόντα γόνον, καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποστάζον αἷμα, χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους.
于是,他嘱咐她取下他身上流出的分泌物,并将其与橄榄油以及从箭头上滴下的血混合,涂抹在赫拉克勒斯的紧身衣上。
οὗτος μὲν οὖν ταύτην τὴν ὑποθήκην δοὺς τῇ Δηιανείρᾳ παραχρῆμα ἐξέπνευσεν.
此人在对得伊阿尼拉交代完这番叮嘱后,便立刻断了气。
ἡ δὲ κατὰ τὴν γενομένην ὑπὸ τοῦ Νέσσου παραγγελίαν εἰς ἄγγος ἀναλαβοῦσα τὸν γόνον, καὶ τὴν ἀκίδα βάψασα, λάθρᾳ τοῦ Ἡρακλέους ἐφύλαττεν.
而她按照涅索斯的嘱咐,将那分泌物收入器皿中,并浸染了箭头,瞒着赫拉克勒斯保存起来。
ὁ δὲ διαβὰς τὸν ποταμὸν κατήντησε πρὸς Κήυκα τὸν τῆς Τραχῖνος βασιλέα, καὶ μετὰ τούτου κατῴκησεν, ἔχων τοὺς ἀεὶ συστρατεύοντας τῶν Ἀρκάδων.
赫拉克勒斯渡过河后,抵达了特拉克斯国王刻宇克斯那里,并与他同住,身边带着一直跟随他征战的阿卡迪亚人。