Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.35.1-4.35.4

狄丢斯的诞生与赫拉克勒斯治理阿克洛奥斯河

第 271 段,共 406 段 · 希腊语

内容简介

希波诺奥斯将自称怀有阿瑞斯骨肉的女儿培里波亚送至奥涅乌斯处求死,而奥涅乌斯却娶她为妻并生下狄丢斯。此外,文中解释了赫拉克勒斯通过改变阿克洛奥斯河水道开垦肥沃土地的事迹,以及这一壮举被诗人神话和寓意为“阿玛尔忒亚之角”的缘由。

§4.35.1ἅμα δὲ τούτοις πραττομένοις Ἱππόνουν ἐν Ὠλένῳ πρὸς τὴν θυγατέρα Περίβοιαν, φάσκουσαν αὑτὴν ἐξ Ἄρεος ὑπάρχειν ἔγκυον, διενεχθέντα πέμψαι ταύτην εἰς Αἰτωλίαν πρὸς Οἰνέα καὶ παρακελεύσασθαι ταύτην ἀφανίσαι τὴν ταχίστην.
在这些事情发生的同时,奥勒诺斯的希波诺奥斯因其女儿培里波亚声称自己怀了阿瑞斯骨肉而与她发生争执,将她送到艾托利亚的奥涅乌斯那里,并吩咐他尽快除掉她。
§4.35.2ὁ δʼ Οἰνεὺς ἀπολωλεκὼς προσφάτως υἱὸν καὶ γυναῖκα, τὸ μὲν ἀποκτεῖναι τὴν Περίβοιαν ἀπέγνω, γήμας δʼ αὐτὴν ἐγέννησεν υἱὸν Τυδέα.
而奥涅乌斯由于最近刚失去了儿子和妻子,便打消了杀害培里波亚的念头,反而娶她为妻,生下了儿子狄丢斯。
τὰ μὲν οὖν περὶ Μελέαγρον καὶ Ἀλθαίαν, ἔτι δʼ Οἰνέα τοιαύτης ἔτυχε διεξόδου.
至此,关于梅勒阿格罗斯、阿尔泰亚以及奥涅乌斯的事情,便得到了这样的结局。
§4.35.3Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις βουλόμενος χαρίσασθαι τὸν Ἀχελῷον ποταμὸν ἀπέστρεψε, καὶ ῥύσιν ἄλλην κατασκευάσας ἀπέλαβε χώραν πολλὴν καὶ πάμφορον, ἀρδευομένην ὑπὸ τοῦ προειρημένου ῥείθρου.
赫拉克勒斯为了讨好卡吕冬人,改变了阿克洛奥斯河的流向,并通过建造另一条新水道,收复了大量由前述溪流灌溉的极其肥沃的土地。
§4.35.4διὸ καὶ τῶν ποιητῶν τινας μυθοποιῆσαι τὸ πραχθέν· παρεισήγαγον γὰρ τὸν Ἡρακλέα πρὸς τὸν Ἀχελῷον συνάψαι μάχην, ὡμοιωμένου τοῦ ποταμοῦ ταύρῳ, κατὰ δὲ τὴν συμπλοκὴν θάτερον τῶν κεράτων κλάσαντα δωρήσασθαι τοῖς Αἰτωλοῖς, ὃ προσαγορεῦσαι κέρας Ἀμαλθείας.
因此,一些诗人也将这一事迹神话化了;因为他们引入了赫拉克勒斯与阿克洛奥斯河交战的情节,由于这条河化身为公牛,在交锋中赫拉克勒斯折断了其中一只角,并将它赠送给艾托利亚人,人们称之为“阿玛尔忒亚之角”。
ἐν ᾧ πλάττουσι πλῆθος ὑπάρχειν πάσης ὀπωρινῆς ὥρας, βοτρύων τε καὶ μήλων καὶ τῶν ἄλλων τῶν τοιούτων, αἰνιττομένων τῶν ποιητῶν κέρας μὲν τοῦ Ἀχελῴου τὸ διὰ τῆς διώρυχος φερόμενον ῥεῖθρον, τὰ δὲ μῆλα καὶ τὰς ῥόας καὶ τοὺς βότρυς δηλοῦν τὴν καρποφόρον χώραν τὴν ὑπὸ τοῦ ποταμοῦ ἀρδευομένην καὶ τὸ πλῆθος τῶν καρποφορούντων φυτῶν· Ἀμαλθείας δʼ εἶναι κέρας οἱονεί τινος ἀμαλακιστίας, δι’ ἧς τὴν εὐτονίαν τοῦ κατασκευάσαντος δηλοῦσθαι.
诗人们虚构在这个角中拥有丰盛的、属于整个秋季的所有水果,包括葡萄、苹果以及其他此类事物,他们以此暗指阿克洛奥斯河之角乃是通过渠道输送的水流,而苹果、石榴和葡萄则表明由河流灌溉的肥沃土地以及繁茂的果树;至于阿玛尔忒亚之角,其含义犹如“不软弱”,以此彰显建造者强健的体魄。

词汇与语法注释

  1. 4.35.1ἅμα δὲ τούτοις πραττομένοις — 介词 ἅμα 接与格,意为“与……同时”。此处与格代词 τούτοις 受到与格现在时中被动分词 πραττομένοις 的修饰,构成一个等同于时间状语从句的与格分词短语。
  2. 4.35.1Ἱππόνουν ... διενεχθέντα πέμψαι — 在语法上,此处承接前章中如 μυθολογοῦσιν(他们传说)等表示传闻的动词,构成带间接引语(oratio obliqua)的“对格加不定式”结构。对格的 Ἱππόνουν 作不定式 πέμψαι 和后文 παρακελεύσασθαι 的逻辑主语。
  3. 4.35.4Ἀμαλθείας δʼ εἶναι κέρας οἱονεί τινος ἀμαλακιστίας — 历史学家狄奥多罗斯在此处提出了一个民间词源学解释,将“阿玛尔忒亚(Ἀμάλθεια)”的名字与一个自造词 ἀμαλακιστία(意为“不软弱”或“不屈的精力”,由否定前缀 α- 和表示软弱的 μαλακία / 动词 μαλακίζομαι 构成)联系起来。不定式 εἶναι 承接前面属格绝对句 αἰνιττομένων τῶν ποιητῶν(诗人们暗示……)所引导的间接引语,其主语为 κέρας。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.35.1-4.35.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.35.1-4.35.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。