Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.31.1-4.31.8

杀害伊菲托斯与赫拉克勒斯臣服翁法勒

第 267 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯在求娶欧律托斯之女失败后杀死了其子伊菲托斯,并遵循神谕前往亚细亚成为翁法勒的奴隶以涤除罪责。在服役期间,他消灭了各路强盗和侵略者立下功勋,最终重获自由并与翁法勒育有一子。

§4.31.1τελέσας γὰρ τοὺς ἄθλους τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰολάῳ, διὰ τὴν περὶ τὰ τέκνα συμφορὰν ὑποπτευσάμενος τὴν ἐξ ἐκείνης παιδοποιίαν, ἑτέραν δʼ ἐζήτει πρὸς τέκνων γένεσιν ἀνύποπτον.
因为在完成了他的各项功绩后,他将自己的妻子梅加拉嫁给了伊奥劳斯,因为鉴于孩子们身上的惨剧,他怀疑由她生育后代会带来不幸,并寻找另一个无可怀疑的女人以繁衍后代。
διόπερ ἐμνήστευσεν Ἰόλην τὴν Εὐρύτου τοῦ δυναστεύσαντος Οἰχαλίας.
因此,他向统治俄卡利亚的欧律托斯的女儿伊俄勒求婚。
§4.31.2ὁ δʼ Εὔρυτος διὰ τὴν ἐκ τῆς Μεγάρας γενομένην ἀτυχίαν εὐλαβηθείς, ἀπεκρίθη βουλεύσεσθαι περὶ τοῦ γάμου.
但欧律托斯由于惧怕发生在梅加拉身上的不幸而心存戒备,回答说要对这桩婚事加以考虑。
ὁ δʼ ἀποτυχὼν τῆς μνηστείας διὰ τὴν ἀτιμίαν ἐξήλασε τὰς ἵππους τοῦ Εὐρύτου.
而求婚遭到拒绝的赫拉克勒斯,因感到受辱,便赶走了欧律托斯的马匹。
§4.31.3Ἰφίτου δὲ τοῦ Εὐρύτου τὸ γεγονὸς ὑποπτεύσαντος καὶ παραγενομένου κατὰ ζήτησιν τῶν ἵππων εἰς Τίρυνθα, τοῦτον μὲν ἀναβιβάσας ἐπί τινα πύργον ὑψηλὸν ἐκέλευσεν ἀφορᾶν μή που νεμόμεναι τυγχάνουσιν· οὐ δυναμένου δὲ κατανοῆσαι τοῦ Ἰφίτου, φήσας αὐτὸν ψευδῶς κατῃτιᾶσθαι τὴν κλοπὴν κατεκρήμνισεν ἀπὸ τοῦ πύργου.
欧律托斯之子伊菲托斯怀疑发生了什么,并来到提林斯寻找这些马匹,赫拉克勒斯便带他登上了一座高塔,命令他向外眺望,看马匹是否碰巧在某处吃草;但由于伊菲托斯无法看清,赫拉克勒斯声称他诬告自己偷窃,便将他从塔上推了下去。
§4.31.4διὰ δὲ τὸν τούτου θάνατον Ἡρακλῆς νοσήσας παρῆλθεν εἰς Πύλον πρὸς Νηλέα, καὶ παρεκάλεσεν αὐτὸν καθᾶραι τὸν φόνον.
由于此人的死亡,赫拉克勒斯病倒了,他前往皮洛斯拜访涅琉斯,并请求他为自己净化这起谋杀的罪责。
ὁ μὲν οὖν Νηλεὺς βουλευσάμενος μετὰ τῶν υἱῶν ἔλαβε πάντας πλὴν Νέστορος τοῦ νεωτάτου συγκαταινοῦντας μὴ προσδέξασθαι τὸν καθαρμόν· §4.31.5ὁ δʼ Ἡρακλῆς τότε μὲν παρελθὼν πρὸς Δηίφοβον τὸν Ἱππολύτου καὶ πείσας αὐτὸν ἐκαθάρθη, οὐ δυνάμενος δʼ ἀπολυθῆναι τῆς νόσου ἐπηρώτησε τὸν Ἀπόλλω περὶ τῆς θεραπείας.
于是涅琉斯与儿子们商议,除最年轻的内斯托尔外,得到了所有人的同意,不接受这一净化请求;当时赫拉克勒斯便前往希波吕托斯之子德伊波波斯那里,说服他为自己进行了净化;但由于无法摆脱疾病,他便向阿波罗询问治疗方法。
τούτου δὲ χρήσαντος ὅτι ῥᾷον οὕτως ἀπολυθήσεται τῆς νόσου, εἰ πραθεὶς δικαίως τὴν ἑαυτοῦ τιμὴν ἀποδοίη τοῖς Ἰφίτου παισίν, ἀναγκαζόμενος πείθεσθαι τῷ χρησμῷ μετά τινων φίλων ἔπλευσεν εἰς τὴν Ἀσίαν.
阿波罗给出神谕说,如果他被卖掉,并将自己合理的赎金赔偿给伊菲托斯的孩子们,他就将更容易以此方式摆脱疾病,赫拉克勒斯不得不服从神谕,便同一些朋友航行前往亚细亚。
ἐκεῖ δʼ ὑπομείνας ἑκουσίως ὑπό τινος τῶν φίλων ἐπράθη, καὶ παρθένου δοῦλος ἐγένετο Ὀμφάλης τῆς Ἰαρδάνου, βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων.
在当地,他自愿顺从,被其中一位朋友卖掉,成为了伊阿尔达诺斯之女、未婚的翁法勒的奴隶,她当时统治着迈奥尼亚人(即如今被称为吕底亚人的人们)。
§4.31.6καὶ τὴν μὲν τιμὴν ὁ ἀποδόμενος τὸν Ἡρακλέα τοῖς Ἰφίτου παισὶν ἀπέδωκε κατὰ τὸν χρησμόν, ὁ δʼ Ἡρακλῆς ὑγιασθεὶς καὶ δουλεύων τῇ Ὀμφάλῃ τοὺς κατὰ τὴν χώραν λῃστεύοντας ἐκόλασε.
而贩卖赫拉克勒斯的那个人,按照神谕将赎金交给了伊菲托斯的孩子们,而恢复了健康的赫拉克勒斯在服侍翁法勒期间,惩罚了该地区肆虐的强盗。
§4.31.7τοὺς μὲν γὰρ ὀνομαζομένους Κέρκωπας, λῃστεύοντας καὶ πολλὰ κακὰ διεργαζομένους, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ζωγρήσας δεδεμένους παρέδωκε τῇ Ὀμφάλῃ· Συλέα δὲ τοὺς παριόντας ξένους συναρπάζοντα καὶ τοὺς ἀμπελῶνας σκάπτειν ἀναγκάζοντα τῷ σκαφείῳ πατάξας ἀπέκτεινεν· Ἰτώνων δὲ λεηλατούντων πολλὴν τῆς ὑπὸ Ὀμφάλῃ χώρας, τήν τε λείαν ἀφείλετο καὶ τὴν πόλιν, ἐξ ἧς ἐποιοῦντο τὴν ὁρμήν, ἐκπορθήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψεν.
因为对于那些被称为刻耳科普斯、进行劫掠并作恶多端的人,他杀死了一些,又将另一些活捉并绑缚起来交给了翁法勒;而对于强占过路的外邦人、强迫他们开垦葡萄园的叙琉斯,他用其铁锹击打并杀死了他;当伊托尼亚人劫掠翁法勒统治下的大片土地时,他夺回了战利品,并摧毁了他们作为出发基地的城市,奴役了那里的居民,将其夷为平地。
§4.31.8ἡ δʼ Ὀμφάλη ἀποδεχομένη τὴν ἀνδρείαν τὴν Ἡρακλέους, καὶ πυθομένη τίς ἐστι καὶ τίνων, ἐθαύμασε τὴν ἀρετήν, ἐλεύθερον δʼ ἀφεῖσα καὶ συνοικήσασα αὐτῷ Λάμον ἐγέννησε.
而翁法勒赞赏赫拉克勒斯的勇敢,并得知他是谁以及是谁的子嗣,便对他的美德赞叹不已,将他释放为自由人,并与他同居,生下了拉摩斯。
προϋπῆρχε δὲ τῷ Ἡρακλεῖ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόδαιος.
此外,在奴役期间,赫拉克勒斯与一名女奴已育有一子,名叫克莱奥代奥斯。

词汇与语法注释

  1. §4.31.1δυναστεύσαντος Οἰχαλίας — 表示统治或支配的动词(此处为分词 δυναστεύσαντος)通常支配其统治对象的属格(Οἰχαλίας)。
  2. §4.31.4ἔλαβε πάντας πλὴν Νέστορος τοῦ νεωτάτου συγκαταινοῦντας — 动词 λαμβάνω 在此处意为“发现或获得(某人处于某种状态)”,后接宾格对象(πάντας)及起补充说明作用的分词(συγκαταινοῦντας)。
  3. §4.31.5εἰ πραθεὶς ... ἀποδοίη — 这是一个处于由历史时态(此处为属格绝对分词 χρήσαντος)引导的间接引语(神谕)中的条件从句。直接引语中的将来确切条件句(使用虚拟语气的 ἐὰν πραθῇς ... ἀποδῷς)因时态呼应而转变为祈愿语气(ἀποδοίη)。πραθείς 是动词 πιπράσκω(卖)的无定过去时被动分词。
  4. §4.31.7οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ζωγρήσας — 关系代词 ὅ斯与小词 μέν 和 δέ 结合使用时,不再引导关系从句,而是作为指示代词发挥作用,表示“一些人……另一些人……”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.31.1-4.31.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.31.1-4.31.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。