Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.30.1-4.30.6

伊奥劳斯的功绩与萨尔多殖民者的自由

第 266 段,共 406 段 · 希腊语

内容简介

伊奥劳斯在萨尔多殖民地建设公共设施并被尊称为“父亲”,在归途的西西里也受到英雄般的礼遇。同时,萨尔多的殖民者虽逐渐蛮族化,但他们通过适应险峻的地下生活抵御了迦太基和罗马的入侵,守住了神谕所许诺的永远自由。

§4.30.1τότε δʼ ὁ Ἰόλαος καταστήσας τὰ περὶ τὴν ἀποικίαν, καὶ τὸν Δαίδαλον ἐκ τῆς Σικελίας μεταπεμψάμενος, κατεσκεύασεν ἔργα πολλὰ καὶ μεγάλα μέχρι τῶν νῦν καιρῶν διαμένοντα καὶ ἀπὸ τοῦ κατασκευάσαντος Δαιδάλεια καλούμενα.
当时,伊奥劳斯在整顿好殖民地事务并从西西里召来代达罗斯后,建造了许多宏伟的工程,这些工程一直留存到今天,并因建造者而被称为“代达莱亚”。
ᾠκοδόμησε δὲ καὶ γυμνάσια μεγάλα τε καὶ πολυτελῆ, καὶ δικαστήρια κατέστησε καὶ τἄλλα τὰ πρὸς τὴν εὐδαιμονίαν συντείνοντα.
他还建造了既大又豪华的体育场,设立了法庭,并准备了其他所有有助于幸福生活的事物。
§4.30.2ὠνόμασε δὲ καὶ τοὺς λαοὺς Ἰολαείους, ἀφʼ ἑαυτοῦ θέμενος τὴν προσηγορίαν, συγχωρησάντων τῶν Θεσπιαδῶν, καὶ δόντων αὐτῷ τοῦτο τὸ γέρας καθαπερεί τινι πατρί.
他还把人们命名为“伊奥拉埃人”,用自己的名字来命名他们,这是因为忒斯庇乌斯的子嗣们同意并给予了他这一特权,视他如父亲一般。
διὰ γὰρ τὴν πρὸς αὐτοὺς σπουδὴν ἐπὶ τοσοῦτʼ εὐνοίας προήχθησαν ὥστʼ ἐπώνυμον αὐτῷ περιθεῖναι τὴν τοῦ γονέως προσηγορίαν· διόπερ ἐν τοῖς ὕστερον χρόνοις οἱ τὰς θυσίας τελοῦντες τούτῳ τῷ θεῷ προσαγορεύουσιν αὐτὸν Ἰόλαον πατέρα, καθάπερ οἱ Πέρσαι τὸν Κῦρον.
因为他向他们付出的热忱,使他们产生如此深厚的好意,以至于将父亲的称号赋予了他;因此在后世,向这位神奉献祭祀的人们称他为“父伊奥劳斯”,就像波斯人称呼居鲁士那样。
§4.30.3μετὰ δὲ ταῦτα ὁ μὲν Ἰόλαος ἐπανιὼν εἰς τὴν Ἑλλάδα, καὶ προσπλεύσας τῇ Σικελίᾳ, οὐκ ὀλίγον χρόνον διέτριψεν ἐν τῇ νήσῳ.
在这些事情之后,伊奥劳斯在返回希腊途中,船停靠在西西里,在该岛上度过了不少时间。
καθʼ ὃν δὴ χρόνον καί τινες τῶν συναποδημούντων αὐτῷ διὰ τὸ κάλλος τῆς χώρας κατέμειναν ἐν τῇ Σικελίᾳ, καὶ τοῖς Σικανοῖς καταμιγέντες ἐν ταύτῃ κατῴκησαν, τιμώμενοι διαφερόντως ὑπὸ τῶν ἐγχωρίων.
正是在那个时候,由于土地的美丽,一些随他同行的人留在了西西里,并与西坎人融合并在那里定居,受到了当地人特别的尊敬。
ὁ δʼ Ἰόλαος μεγάλης ἀποδοχῆς τυγχάνων καὶ πολλοὺς εὐεργετῶν ἐν πολλαῖς τῶν πόλεων ἐτιμήθη τεμένεσι καὶ τιμαῖς ἡρωικαῖς.
而伊奥劳斯受到了极大的欢迎,并向许多人施予恩惠,在许多城市中获得了圣域和英雄般的荣誉。
§4.30.4ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν ἀποικίαν ταύτην· ὁ μὲν γὰρ θεὸς ἔχρησεν αὐτοῖς ὅτι πάντες οἱ τῆς ἀποικίας ταύτης μετασχόντες καὶ οἱ τούτων ἔκγονοι διατελέσουσιν ἅπαντα τὸν αἰῶνα διαμένοντες ἐλεύθεροι, τὸ δʼ ἀποτέλεσμα τούτων ἀκολούθως τῷ χρησμῷ διέμεινε μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
关于这次殖民,发生了一件奇特且出乎意料的事情;因为神曾给他们神谕说,所有参与这次殖民的人及其后代都将永远保持自由,而这些事情的结果正如神谕所言,一直延续到我们的时代。
§4.30.5οἱ μὲν γὰρ λαοὶ διὰ τὸ πλῆθος τοῦ χρόνου, πλειόνων τῶν βαρβάρων ὄντων τῶν μετεσχηκότων τῆς ἀποικίας, ἐξεβαρβαρώθησαν, καὶ μεταστάντες εἰς τὴν ὀρεινὴν ἐν ταῖς δυσχωρίαις κατῴκησαν, ἐθίσαντες δʼ ἑαυτοὺς τρέφεσθαι γάλακτι καὶ κρέασι καὶ πολλὰς ἀγέλας κτηνῶν τρέφοντες οὐκ ἐπεδέοντο σίτου· κατασκευάσαντες δʼ οἰκήσεις ἑαυτοῖς καταγείους καὶ τὴν τοῦ βίου διεξαγωγὴν ἐν τοῖς ὀρύγμασι ποιούμενοι τοὺς ἐκ τῶν πολέμων κινδύνους ἐξέφυγον.
因为随着时间的推移,由于参与殖民的蛮族人数更多,人们逐渐蛮族化,并迁移到山地,在险峻的地方定居;他们习惯于以牛奶和肉类为食,并饲养了许多牲畜,因此不需要谷物;他们为自己建造了地下住所,并在洞穴中度过生活,从而避免了战争的危险。
§4.30.6διὸ καὶ πρότερον μὲν Καρχηδόνιοι, μετὰ δὲ ταῦτα Ῥωμαῖοι πολλάκις πολεμήσαντες τούτοις τῆς προθέσεως διήμαρτον.
因此,先是迦太基人,其后是罗马人,虽然多次与他们交战,但都未能达到目的。
καὶ περὶ μὲν Ἰολάου καὶ Θεσπιαδῶν, ἔτι δὲ τῆς ἀποικίας τῆς εἰς Σαρδόνα γενομένης ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δʼ Ἡρακλέους τὰ συνεχῆ τοῖς προειρημένοις προσθήσομεν.
关于伊奥劳斯、忒斯庇乌斯的子嗣,以及前往萨尔多的殖民,我们对已说的话感到满足,而关于赫拉克勒斯,我们将增补与前文相接续的事实。

词汇与语法注释

  1. 4.30.2συγχωρησάντων τῶν Θεσπιαδῶν — 属格独立分词结构。其逻辑主语 τῶν Θεσπιαδῶν 指前章(4.29.1-4)中提到的,赫拉克勒斯与忒斯庇乌斯的女儿们所生的儿子们,他们是这次殖民活动的核心主体。
  2. 4.30.2τούτῳ τῷ θεῷ — 分词 τελοῦντες(奉献祭祀)的与格宾语。上下文中的“这位神”指的就是本句的主语伊奥劳斯,这表明他在后世不仅被作为英雄崇拜,更是作为被神化的“神”(θεός)来祭祀。
  3. 4.30.4ὁ μὲν γὰρ θεὸς... τὸ δʼ ἀποτέλεσμα... — 连接词 γάρ 引导了一个由 μὲν 和 δέ 构成的并列对比结构(“因为一方面神预言……另一方面其结果……”)。这两个分句整体作为原因,解释了前文所说的“发生了一件出乎意料的事”(παράδοξον συνέβη)。
  4. 4.30.5πλειόνων τῶν βαρβάρων ὄντων τῶν μετεσχηκότων τῆς ἀποικίας — 属格独立分词结构。分词 ὄντων 的逻辑主语是后置的带冠词分词短语 τῶν μετεσχηκότων τῆς ἀποικίας(参与殖民的人),而 πλειόνων τῶν βαρβάρων(蛮族人数更多)作为表语修饰主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.30.1-4.30.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.30.1-4.30.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。