§4.30.1τότε δʼ ὁ Ἰόλαος καταστήσας τὰ περὶ τὴν ἀποικίαν, καὶ τὸν Δαίδαλον ἐκ τῆς Σικελίας μεταπεμψάμενος, κατεσκεύασεν ἔργα πολλὰ καὶ μεγάλα μέχρι τῶν νῦν καιρῶν διαμένοντα καὶ ἀπὸ τοῦ κατασκευάσαντος Δαιδάλεια καλούμενα.
そのときイオラオスは、植民に関する事柄を整え、ダイダロスをシケリアから招き寄せて、今日に至るまで存続し、その製作者にちなんで「ダイダレイア」と呼ばれる多くの偉大な建造物を建設した。
ᾠκοδόμησε δὲ καὶ γυμνάσια μεγάλα τε καὶ πολυτελῆ, καὶ δικαστήρια κατέστησε καὶ τἄλλα τὰ πρὸς τὴν εὐδαιμονίαν συντείνοντα.
また、大きくて贅沢な体育場を建て、裁判所を設置し、その他幸福に資するすべてのものを整えた。
§4.30.2ὠνόμασε δὲ καὶ τοὺς λαοὺς Ἰολαείους, ἀφʼ ἑαυτοῦ θέμενος τὴν προσηγορίαν, συγχωρησάντων τῶν Θεσπιαδῶν, καὶ δόντων αὐτῷ τοῦτο τὸ γέρας καθαπερεί τινι πατρί.
彼はまた、人々を「イオラエイオイ」と名付け、自分の名から呼称を与えた。 これはテスピオスの息子たちが同意し、彼にあたかも父親に対するかのようにこの栄誉を与えたからである。
διὰ γὰρ τὴν πρὸς αὐτοὺς σπουδὴν ἐπὶ τοσοῦτʼ εὐνοίας προήχθησαν ὥστʼ ἐπώνυμον αὐτῷ περιθεῖναι τὴν τοῦ γονέως προσηγορίαν·
というのも、彼らに対する彼の熱意のために、彼らは非常に大きな好意を抱くようになり、その結果、彼に父親という別名を付すに至ったからである。
διόπερ ἐν τοῖς ὕστερον χρόνοις οἱ τὰς θυσίας τελοῦντες τούτῳ τῷ θεῷ προσαγορεύουσιν αὐτὸν Ἰόλαον πατέρα, καθάπερ οἱ Πέρσαι τὸν Κῦρον.
それゆえ後世において、この神に犠牲を捧げる者たちは、ペルシア人がキュロスをそう呼ぶように、彼を父イオラオスと呼ぶのである。
§4.30.3μετὰ δὲ ταῦτα ὁ μὲν Ἰόλαος ἐπανιὼν εἰς τὴν Ἑλλάδα, καὶ προσπλεύσας τῇ Σικελίᾳ, οὐκ ὀλίγον χρόνον διέτριψεν ἐν τῇ νήσῳ.
この後、イオラオスはギリシアへと帰還する途上で、シケリアに船を寄せ、その島で少なからぬ時間を過ごした。
καθʼ ὃν δὴ χρόνον καί τινες τῶν συναποδημούντων αὐτῷ διὰ τὸ κάλλος τῆς χώρας κατέμειναν ἐν τῇ Σικελίᾳ, καὶ τοῖς Σικανοῖς καταμιγέντες ἐν ταύτῃ κατῴκησαν, τιμώμενοι διαφερόντως ὑπὸ τῶν ἐγχωρίων.
まさにその時、彼に同行して旅をしていた者たちの一部が、土地の美しさのためにシケリアに留まり、シカノイ人と混ざり合ってそこに定住し、先住民たちからとりわけ敬われた。
ὁ δʼ Ἰόλαος μεγάλης ἀποδοχῆς τυγχάνων καὶ πολλοὺς εὐεργετῶν ἐν πολλαῖς τῶν πόλεων ἐτιμήθη τεμένεσι καὶ τιμαῖς ἡρωικαῖς.
一方、イオラオスは大きな歓迎を受け、多くの人々を助けたので、多くの都市において聖域や英雄としての名誉をもって敬われた。
§4.30.4ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν ἀποικίαν ταύτην·
この植民に関して、ある特異で驚くべきことが起こった。
ὁ μὲν γὰρ θεὸς ἔχρησεν αὐτοῖς ὅτι πάντες οἱ τῆς ἀποικίας ταύτης μετασχόντες καὶ οἱ τούτων ἔκγονοι διατελέσουσιν ἅπαντα τὸν αἰῶνα διαμένοντες ἐλεύθεροι, τὸ δʼ ἀποτέλεσμα τούτων ἀκολούθως τῷ χρησμῷ διέμεινε μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
神は彼らに、この植民に参加したすべての者たちとその子孫は、いつまでも自由であり続けるだろうと神託を下したが、その結果は、神託に従って我々の時代まで存続したからである。
§4.30.5οἱ μὲν γὰρ λαοὶ διὰ τὸ πλῆθος τοῦ χρόνου, πλειόνων τῶν βαρβάρων ὄντων τῶν μετεσχηκότων τῆς ἀποικίας, ἐξεβαρβαρώθησαν, καὶ μεταστάντες εἰς τὴν ὀρεινὴν ἐν ταῖς δυσχωρίαις κατῴκησαν, ἐθίσαντες δʼ ἑαυτοὺς τρέφεσθαι γάλακτι καὶ κρέασι καὶ πολλὰς ἀγέλας κτηνῶν τρέφοντες οὐκ ἐπεδέοντο σίτου·
すなわち、人々は長い年月の間に、植民に参加した異民族の数が多かったために野蛮化し、山岳地帯に移住して険しい地形の中に定住した。 彼らは牛乳と肉を食べて暮らすことに自らを慣らし、多くの家畜の群れを飼育していたので、穀物を必要としなかった。
κατασκευάσαντες δʼ οἰκήσεις ἑαυτοῖς καταγείους καὶ τὴν τοῦ βίου διεξαγωγὴν ἐν τοῖς ὀρύγμασι ποιούμενοι τοὺς ἐκ τῶν πολέμων κινδύνους ἐξέφυγον.
そして地下に住居を造り、洞穴の中で生活を営むことによって、戦争の危険を逃れたのである。
§4.30.6διὸ καὶ πρότερον μὲν Καρχηδόνιοι, μετὰ δὲ ταῦτα Ῥωμαῖοι πολλάκις πολεμήσαντες τούτοις τῆς προθέσεως διήμαρτον.
それゆえ、以前はカルタゴ人が、その後はローマ人が、彼らとしばしば戦ったものの、その意図を果たすことができなかった。
καὶ περὶ μὲν Ἰολάου καὶ Θεσπιαδῶν, ἔτι δὲ τῆς ἀποικίας τῆς εἰς Σαρδόνα γενομένης ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δʼ Ἡρακλέους τὰ συνεχῆ τοῖς προειρημένοις προσθήσομεν.
イオラオスとテスピオスの息子たち、さらにサルドーへの植民については、述べられたことで十分とし、ヘラクレスについては、これまでに述べられたことに続く事柄を付け加えることにしよう。