§4.2.1Κάδμον μὲν γάρ φασι τὸν Ἀγήνορος ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ζήτησιν τῆς Εὐρώπης, ἐντολὰς λαβόντα ἢ τὴν παρθένον ἀγαγεῖν ἢ μὴ ἀνακάμπτειν εἰς τὴν Φοινίκην.
因为人们说,阿革诺耳之子卡德摩斯被国王从腓尼基派去寻找欧罗巴,他接到了命令,要么把那少女带回来,要么就不许返回腓尼基。
ἐπελθόντα δὲ πολλὴν χώραν, καὶ μὴ δυνάμενον ἀνευρεῖν, ἀπογνῶναι τὴν εἰς οἶκον ἀνακομιδήν· καταντήσαντα δʼ εἰς τὴν Βοιωτίαν κατὰ τὸν παραδεδομένον χρησμὸν κτίσαι τὰς Θήβας.
他走过了许多地方,却未能找到她,于是放弃了回家的念头;他根据传下来的神谕抵达波奥蒂亚,并建立了底比斯。
ἐνταῦθα δὲ κατοικήσαντα γῆμαι μὲν Ἁρμονίαν τὴν Ἀφροδίτης, γεννῆσαι δʼ ἐξ αὐτῆς Σεμέλην %5καὶ Ἰνὼ καὶ Αὐτονόην καὶ Ἀγαύην, ἔτι §4.2.2δὲ Πολύδωρον.
他在那里定住下来,娶了阿佛洛狄忒的女儿哈耳摩尼亚,并与她生下了塞墨勒、伊诺、奥托诺埃和阿高厄,还有波吕多罗斯。
τῇ δὲ Σεμέλῃ διὰ τὸ κάλλος Δία μιγέντα καὶ μεθʼ ἡσυχίας ποιούμενον τὰς ὁμιλίας δόξαι καταφρονεῖν αὐτῆς· διόπερ ὑπʼ αὐτῆς παρακληθῆναι τὰς ἐπιπλοκὰς ὁμοίας ποιεῖσθαι ταῖς πρὸς τὴν Ἥραν συμπεριφοραῖς.
而塞墨勒因其美貌与宙斯结合,由于宙斯暗中与之交往,塞墨勒便觉得他轻视自己;因此,她请求宙斯以对待赫拉那样的方式与她结合。
§4.2.3τὸν μὲν οὖν Δία παραγενόμενον θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν ἐπιφανῶς ποιεῖσθαι τὴν συνουσίαν· τὴν δὲ Σεμέλην ἔγκυον οὖσαν καὶ τὸ μέγεθος τῆς περιστάσεως οὐκ ἐνέγκασαν τὸ μὲν βρέφος ἐκτρῶσαι, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι.
于是宙斯显赫地以配得上神明的方式、伴随着雷鸣与闪电前来与之结合;但怀有身孕的塞墨勒无法承受这巨大事态的冲击,流产了胎儿,而她自己也因烈火而丧生。
ἔπειτα τὸ παιδίον ἀναλαβόντα τὸν Δία παραδοῦναι τῷ Ἑρμῇ, καὶ προστάξαι τοῦτο μὲν ἀποκομίσαι πρὸς τὸ ἄντρον τὸ ἐν τῇ Νύσῃ, κείμενον μεταξὺ Φοινίκης καὶ Νείλου, ταῖς δὲ νύμφαις παραδοῦναι τρέφειν καὶ μετὰ πολλῆς σπουδῆς ἐπιμέλειαν αὐτοῦ ποιεῖσθαι τὴν ἀρίστην.
随后宙斯接过了这个孩子,将其交给赫尔墨斯,并命令他一方面将孩子送到位于腓尼基和尼罗河之间的尼萨洞穴,另一方面将其交给宁芙仙女们抚养,并怀着极大的热忱给予其最悉心的照料。
§4.2.4διὸ καὶ τραφέντα τὸν Διόνυσον ἐν τῇ Νύσῃ τυχεῖν τῆς προσηγορίας ταύτης ἀπὸ Διὸς καὶ Νύσης.
因此,在尼萨抚养长大的狄奥尼索斯,也因宙斯和尼萨而获得了这一称呼。
καὶ τὸν Ὅμηρον δὲ τούτοις μαρτυρῆσαι ἐν τοῖς ὕμνοις ἐν οἷς λέγει
"ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλη, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.
荷马也在其赞歌中证明了这些,他在诗中说:“有一座尼萨,那是极高的山,林木葱郁,远离腓尼基,靠近埃及之流。
" §4.2.5τραφέντα δʼ αὐτὸν ὑπὸ τῶν νυμφῶν ἐν τῇ Νύσῃ φασὶν εὑρετήν τε τοῦ οἴνου γενέσθαι καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους.
” 他们说,他在尼萨被宁芙仙女抚养长大后,成为了葡萄酒的发明者,并教会了人类种植葡萄。
ἐπιόντα δὲ σχεδὸν ὅλην τὴν οἰκουμένην πολλὴν χώραν ἐξημερῶσαι, καὶ διὰ τοῦτο τυχεῖν παρὰ πᾶσι μεγίστων τιμῶν.
他走遍了几乎整个有人居住的世界,开化了许多土地,因此在所有人中获得了极大的尊荣。
εὑρεῖν δʼ αὐτὸν καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ προσαγορευόμενον μὲν ὑπʼ ἐνίων ζῦθος, οὐ πολὺ δὲ λειπόμενον τῆς περὶ τὸν οἶνον εὐωδίας.
他还发明了用大麦制成的饮料,有些人称之为大麦啤酒,其芳香并不比葡萄酒逊色多少。
τοῦτο δὲ διδάξαι τοὺς χώραν ἔχοντας μὴ δυναμένην ἐπιδέχεσθαι τὴν τῆς ἀμπέλου φυτείαν.
他把这种方法教给那些土地无法承受葡萄种植的人。
§4.2.6περιάγεσθαι δʼ αὐτὸν καὶ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, καὶ τοὺς ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κολάζειν.
据说他还率领着一支不仅由男子而且由女子组成的军队巡游,并惩罚人类中不义和不敬神的人。
καὶ κατὰ μὲν τὴν Βοιωτίαν ἀποδιδόντα τῇ πατρίδι χάριτας ἐλευθερῶσαι πάσας τὰς πόλεις, καὶ κτίσαι πόλιν ἐπώνυμον τῆς αὐτονομίας, ἣν Ἐλευθερὰς προσαγορεῦσαι.
在波奥蒂亚,为了报答他的祖国,他解放了所有的城市,并建立了一座以自主命名的城市,将其称为埃勒乌特赖。